Χθονὸς μὲν ἐς τηλουρὸν ἥκομεν πέδον,Σκύθην ἐς οἷμον, ἄβατον εἰς ἐρημίαν.Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολὰςἅς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραιςὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαιἀδαμαντίνων δεσμῶν ἐν ἀρρήκτοις πέδαις.τὸ σὸν γὰρ ἄνθος, παντέχνου πυρὸς σέλας,θνητοῖσι κλέψας ὤπασεν. τοιᾶσδέ τοιἁμαρτίας σφε δεῖ θεοῖς δοῦναι δίκην,ὡς ἂν διδαχθῇ τὴν Διὸς τυραννίδαστέργειν, φιλανθρώπου δὲ παύεσθαι τρόπου.Κράτος Βία τε, σφῷν μὲν ἐντολὴ Διὸςἔχει τέλος δὴ κοὐδὲν ἐμποδὼν ἔτι·ἐγὼ δʼ ἄτολμός εἰμι συγγενῆ θεὸνδῆσαι βίᾳ φάραγγι πρὸς δυσχειμέρῳ.πάντως δʼ ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν·ἐξωριάζειν γὰρ πατρὸς λόγους βαρύ.τῆς ὀρθοβούλου Θέμιδος αἰπυμῆτα παῖ,ἄκοντά σʼ ἄκων δυσλύτοις χαλκεύμασιπροσπασσαλεύσω τῷδʼ ἀπανθρώπῳ πάγῳἵνʼ οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶνὄψει, σταθευτὸς δʼ ἡλίου φοίβῃ φλογὶχροιᾶς ἀμείψεις ἄνθος. ἀσμένῳ δέ σοιἡ ποικιλείμων νὺξ ἀποκρύψει φάος,πάχνην θʼ ἑῴαν ἥλιος σκεδᾷ πάλιν·ἀεὶ δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦτρύσει σʼ· ὁ λωφήσων γὰρ οὐ πέφυκέ πω.τοιαῦτʼ ἐπηύρω τοῦ φιλανθρώπου τρόπου.θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλονβροτοῖσι τιμὰς ὤπασας πέρα δίκης.ἀνθʼ ὧν ἀτερπῆ τήνδε φρουρήσεις πέτρανὀρθοστάδην, ἄυπνος, οὐ κάμπτων γόνυ·πολλοὺς δʼ ὀδυρμοὺς καὶ γόους ἀνωφελεῖςφθέγξῃ· Διὸς γὰρ δυσπαραίτητοι φρένες.ἅπας δὲ τραχὺς ὅστις ἂν νέον κρατῇ.εἶεν, τί μέλλεις καὶ κατοικτίζῃ μάτην;τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεόν,ὅστις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας;τὸ συγγενές τοι δεινὸν ἥ θʼ ὁμιλία.σύμφημʼ· ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγων