πεσεῖν ἀτίμως πτώματʼ οὐκ ἀνασχετά·τοῖον παλαιστὴν νῦν παρασκευάζεταιἐπʼ αὐτὸς αὑτῷ, δυσμαχώτατον τέρας·ὃς δὴ κεραυνοῦ κρείσσονʼ εὑρήσει φλόγα,βροντῆς θʼ ὑπερβάλλοντα καρτερὸν κτύπον·θαλασσίαν τε γῆς τινάκτειραν νόσοντρίαιναν, αἰχμὴν τὴν Ποσειδῶνος, σκεδᾷ.πταίσας δὲ τῷδε πρὸς κακῷ μαθήσεταιὅσον τό τʼ ἄρχειν καὶ τὸ δουλεύειν δίχα.σύ θην ἃ χρῄζεις, ταῦτʼ ἐπιγλωσσᾷ Διός.ἅπερ τελεῖται, πρὸς δʼ ἃ βούλομαι λέγω.καὶ προσδοκᾶν χρὴ δεσπόσειν Ζηνός τινα;καὶ τῶνδέ γʼ, ἕξει δυσλοφωτέρους πόνους.πῶς δʼ οὐχὶ ταρβεῖς τοιάδʼ ἐκρίπτων ἔπη;τί δʼ ἂν φοβοίμην ᾧ θανεῖν οὐ μόρσιμον;ἀλλʼ ἆθλον ἄν σοι τοῦδʼ ἔτʼ ἀλγίω πόροι.ὁ δʼ οὖν ποιείτω· πάντα προσδοκητά μοι.οἱ προσκυνοῦντες τὴν Ἀδράστειαν σοφοί.σέβου, προσεύχου, θῶπτε τὸν κρατοῦντʼ ἀεί.ἐμοὶ δʼ ἔλασσον Ζηνὸς ἢ μηδὲν μέλει.δράτω, κρατείτω τόνδε τὸν βραχὺν χρόνον,ὅπως θέλει· δαρὸν γὰρ οὐκ ἄρξει θεοῖς.ἀλλʼ εἰσορῶ γὰρ τόνδε τὸν Διὸς τρόχιν,τὸν τοῦ τυράννου τοῦ νέου διάκονον·πάντως τι καινὸν ἀγγελῶν ἐλήλυθεν.σὲ τὸν σοφιστήν, τὸν πικρῶς ὑπέρπικρον,τὸν ἐξαμαρτόντʼ εἰς θεοὺς ἐφημέροιςπορόντα τιμάς, τὸν πυρὸς κλέπτην λέγω·πατὴρ ἄνωγέ σʼ οὕστινας κομπεῖς γάμουςαὐδᾶν, πρὸς ὧν ἐκεῖνος ἐκπίπτει κράτους.καὶ ταῦτα μέντοι μηδὲν αἰνικτηρίως,ἀλλʼ αὔθʼ ἕκαστα φράζε· μηδέ μοι διπλᾶςὁδούς, Προμηθεῦ, προσβάλῃς· ὁρᾷς δʼ ὅτιΖεὺς τοῖς τοιούτοις οὐχὶ μαλθακίζεται.σεμνόστομός γε καὶ φρονήματος πλέωςὁ μῦθός ἐστιν, ὡς θεῶν ὑπηρέτου.νέον νέοι κρατεῖτε καὶ δοκεῖτε δὴναίειν ἀπενθῆ πέργαμʼ· οὐκ ἐκ τῶνδʼ ἐγὼδισσοὺς τυράννους ἐκπεσόντας ᾐσθόμην;τρίτον δὲ τὸν νῦν κοιρανοῦντʼ ἐπόψομαι