χρίει μʼ ἄπυρος·κραδία δὲ φόβῳ φρένα λακτίζει.τροχοδινεῖται δʼ ὄμμαθʼ ἑλίγδην,ἔξω δὲ δρόμου φέρομαι λύσσηςπνεύματι μάργῳ, γλώσσης ἀκρατής·θολεροὶ δὲ λόγοι παίουσʼ εἰκῆστυγνῆς πρὸς κύμασιν ἄτης.ἦ σοφὸς ἦ σοφὸς ἦν ὃςπρῶτος ἐν γνώμᾳ τόδʼ ἐβάστασε καὶ γλώσ-σᾳ διεμυθολόγησεν,ὡς τὸ κηδεῦσαι καθʼ ἑαυτὸν ἀριστεύει μακρῷ,καὶ μήτε τῶν πλούτῳ διαθρυπτομένωνμήτε τῶν γέννᾳ μεγαλυνομένωνὄντα χερνήταν ἐραστεῦσαι γάμων.μήποτε μήποτέ μʼ, ὦπότνιαι Μοῖραι, λεχέων Διὸς εὐνά-τειραν ἴδοισθε πέλουσαν·μηδὲ πλαθείην γαμέτᾳ τινὶ τῶν ἐξ οὐρανοῦ.ταρβῶ γὰρ ἀστεργάνορα παρθενίανεἰσορῶσʼ Ἰοῦς ἀμαλαπτομένανδυσπλάνοις Ἥρας ἀλατείαις πόνων.ἐμοὶ δʼ ὅτε μὲν ὁμαλὸς ὁ γάμος,ἄφοβος· οὐ δέδια· μηδὲ κρεισσόνων θεῶνἔρως ἄφυκτον ὄμμα προσδράκοι με.ἀπόλεμος ὅδε γʼ ὁ πόλεμος, ἄπορα πόριμος·οὐδʼ ἔχω τίς ἂν γενοίμαν.τὰν Διὸς γὰρ οὐχ ὁρῶμῆτιν ὅπα φύγοιμʼ ἄν.ἦ μὴν ἔτι Ζεύς, καίπερ αὐθάδης φρενῶν,ἔσται ταπεινός, οἷον ἐξαρτύεταιγάμον γαμεῖν, ὃς αὐτὸν ἐκ τυραννίδοςθρόνων τʼ ἄιστον ἐκβαλεῖ· πατρὸς δʼ ἀρὰΚρόνου τότʼ ἤδη παντελῶς κρανθήσεται,ἣν ἐκπίτνων ἠρᾶτο δηναιῶν θρόνων.τοιῶνδε μόχθων ἐκτροπὴν οὐδεὶς θεῶνδύναιτʼ ἂν αὐτῷ πλὴν ἐμοῦ δεῖξαι σαφῶς.ἐγὼ τάδʼ οἶδα χᾦ τρόπῳ. πρὸς ταῦτά νυνθαρσῶν καθήσθω τοῖς πεδαρσίοις κτύποιςπιστός, τινάσσων τʼ ἐν χεροῖν πύρπνουν βέλος.οὐδὲν γὰρ αὐτῷ ταῦτʼ ἐπαρκέσει τὸ μὴ οὐ