σαφῶς ἐπίστασʼ, Ἰόνιος κεκλήσεται,.τῆς σῆς πορείας μνῆμα τοῖς πᾶσιν βροτοῖς.σημεῖά σοι τάδʼ ἐστὶ τῆς ἐμῆς φρενός,ὡς δέρκεται πλέον τι τοῦ πεφασμένου.τὰ λοιπὰ δʼ ὑμῖν τῇδέ τʼ ἐς κοινὸν φράσω,ἐς ταὐτὸν ἐλθὼν τῶν πάλαι λόγων ἴχνος.ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός,Νείλου πρὸς αὐτῷ στόματι καὶ προσχώματι·ἐνταῦθα δή σε Ζεὺς τίθησιν ἔμφροναἐπαφῶν ἀταρβεῖ χειρὶ καὶ θιγὼν μόνον.ἐπώνυμον δὲ τῶν Διὸς γεννημάτωντέξεις κελαινὸν Ἔπαφον, ὃς καρπώσεταιὅσην πλατύρρους Νεῖλος ἀρδεύει χθόνα·πέμπτη δʼ ἀπʼ αὐτοῦ γέννα πεντηκοντάπαιςπάλιν πρὸς Ἄργος οὐχ ἑκοῦσʼ ἐλεύσεταιθηλύσπορος, φεύγουσα συγγενῆ γάμονἀνεψιῶν· οἱ δʼ ἐπτοημένοι φρένας,κίρκοι πελειῶν οὐ μακρὰν λελειμμένοι,ἥξουσι θηρεύοντες οὐ θηρασίμουςγάμους, φθόνον δὲ σωμάτων ἕξει θεός·Πελασγία δὲ δέξεται θηλυκτόνῳἌρει, δαμέντων νυκτιφρουρήτῳ θράσει.γυνὴ γὰρ ἄνδρʼ ἕκαστον αἰῶνος στερεῖ,δίθηκτον ἐν σφαγαῖσι βάψασα ξίφος·τοιάδʼ ἐπʼ ἐχθροὺς τοὺς ἐμοὺς ἔλθοι Κύπρις.μίαν δὲ παίδων ἵμερος θέλξει τὸ μὴκτεῖναι σύνευνον, ἀλλʼ ἀπαμβλυνθήσεταιγνώμην· δυοῖν δὲ θάτερον βουλήσεται,κλύειν ἄναλκις μᾶλλον ἢ μιαιφόνος·αὕτη κατʼ Ἄργος βασιλικὸν τέξει γένος.μακροῦ λόγου δεῖ ταῦτʼ ἐπεξελθεῖν τορῶς.σπορᾶς γε μὴν ἐκ τῆσδε φύσεται θρασὺςτόξοισι κλεινός, ὃς πόνων ἐκ τῶνδʼ ἐμὲλύσει. τοιόνδε χρησμὸν ἡ παλαιγενὴςμήτηρ ἐμοὶ διῆλθε Τιτανὶς Θέμις·ὅπως δὲ χὤπη, ταῦτα δεῖ μακροῦ λόγουεἰπεῖν, σύ τʼ οὐδὲν ἐκμαθοῦσα κερδανεῖς.ἐλελεῦ ἐλελεῦ,ὑπό μʼ αὖ σφάκελος καὶ φρενοπληγεῖςμανίαι θάλπουσʼ, οἴστρου δʼ ἄρδις