ἃς θνητὸς οὐδεὶς εἰσιδὼν ἕξει πνοάς.τοιοῦτο μέν σοι τοῦτο φρούριον λέγω·ἄλλην δʼ ἄκουσον δυσχερῆ θεωρίαν·ὀξυστόμους γὰρ Ζηνὸς ἀκραγεῖς κύναςγρῦπας φύλαξαι, τόν τε μουνῶπα στρατὸνἈριμασπὸν ἱπποβάμονʼ, οἳ χρυσόρρυτονοἰκοῦσιν ἀμφὶ νᾶμα Πλούτωνος πόρου·τούτοις σὺ μὴ πέλαζε. τηλουρὸν δὲ γῆνἥξεις, κελαινὸν φῦλον, οἳ πρὸς ἡλίουναίουσι πηγαῖς, ἔνθα ποταμὸς Αἰθίοψ.τούτου παρʼ ὄχθας ἕρφʼ, ἕως ἂν ἐξίκῃκαταβασμόν, ἔνθα Βιβλίνων ὀρῶν ἄποἵησι σεπτὸν Νεῖλος εὔποτον ῥέος.οὗτός σʼ ὁδώσει τὴν τρίγωνον ἐς χθόναΝειλῶτιν, οὗ δὴ τὴν μακρὰν ἀποικίαν,Ἰοῖ, πέπρωται σοί τε καὶ τέκνοις κτίσαι.τῶν δʼ εἴ τί σοι ψελλόν τε καὶ δυσεύρετον,ἐπανδίπλαζε καὶ σαφῶς ἐκμάνθανε·σχολὴ δὲ πλείων ἢ θέλω πάρεστί μοι.εἰ μέν τι τῇδε λοιπὸν ἢ παρειμένονἔχεις γεγωνεῖν τῆς πολυφθόρου πλάνης,λέγʼ· εἰ δὲ πάντʼ εἴρηκας, ἡμῖν αὖ χάρινδὸς ἥνπερ αἰτούμεσθα, μέμνησαι δέ που.τὸ πᾶν πορείας ἥδε τέρμʼ ἀκήκοεν.ὅπως δʼ ἂν εἰδῇ μὴ μάτην κλύουσά μου,ἃ πρὶν μολεῖν δεῦρʼ ἐκμεμόχθηκεν φράσω,τεκμήριον τοῦτʼ αὐτὸ δοὺς μύθων ἐμῶν.ὄχλον μὲν οὖν τὸν πλεῖστον ἐκλείψω λόγων,πρὸς αὐτὸ δʼ εἶμι τέρμα σῶν πλανημάτων.ἐπεὶ γὰρ ἦλθες πρὸς Μολοσσὰ γάπεδα,τὴν αἰπύνωτόν τʼ ἀμφὶ Δωδώνην, ἵναμαντεῖα θᾶκός τʼ ἐστὶ Θεσπρωτοῦ Διός,τέρας τʼ ἄπιστον, αἱ προσήγοροι δρύες,ὑφʼ ὧν σὺ λαμπρῶς κοὐδὲν αἰνικτηρίωςπροσηγορεύθης ἡ Διὸς κλεινὴ δάμαρμέλλουσʼ ἔσεσθαι. τῶνδε προσσαίνει σέ τι ;ἐντεῦθεν οἰστρήσασα τὴν παρακτίανκέλευθον ᾖξας πρὸς μέγαν κόλπον Ῥέας,ἀφʼ οὗ παλιμπλάγκτοισι χειμάζῃ δρόμοις·χρόνον δὲ τὸν μέλλοντα πόντιος μυχός,