στείχωμεν, ὡς κώλοισιν ἀμφίβληστρʼ ἔχει.ἐνταῦθα νῦν ὕβριζε καὶ θεῶν γέρασυλῶν ἐφημέροισι προστίθει. τί σοιοἷοί τε θνητοὶ τῶνδʼ ἀπαντλῆσαι πόνων;ψευδωνύμως σε δαίμονες Προμηθέακαλοῦσιν· αὐτὸν γάρ σε δεῖ προμηθέως,ὅτῳ τρόπῳ τῆσδʼ ἐκκυλισθήσῃ τέχνης.ὦ δῖος αἰθὴρ καὶ ταχύπτεροι πνοαί,ποταμῶν τε πηγαί, ποντίων τε κυμάτωνἀνήριθμον γέλασμα, παμμῆτόρ τε γῆ,καὶ τὸν πανόπτην κύκλον ἡλίου καλῶ.ἴδεσθέ μʼ οἷα πρὸς θεῶν πάσχω θεός.δέρχθηθʼ οἵαις αἰκείαισινδιακναιόμενος τὸν μυριετῆχρόνον ἀθλεύσω.τοιόνδʼ ὁ νέος ταγὸς μακάρωνἐξηῦρʼ ἐπʼ ἐμοὶ δεσμὸν ἀεικῆ.φεῦ φεῦ, τὸ παρὸν τό τʼ ἐπερχόμενονπῆμα στενάχω, πῇ ποτε μόχθωνχρὴ τέρματα τῶνδʼ ἐπιτεῖλαι.καίτοι τί φημι; πάντα προυξεπίσταμαισκεθρῶς τὰ μέλλοντʼ, οὐδέ μοι ποταίνιονπῆμʼ οὐδὲν ἥξει. τὴν πεπρωμένην δὲ χρὴαἶσαν φέρειν ὡς ῥᾷστα, γιγνώσκονθʼ ὅτιτὸ τῆς ἀνάγκης ἔστʼ ἀδήριτον σθένος.ἀλλʼ οὔτε σιγᾶν οὔτε μὴ σιγᾶν τύχαςοἷόν τέ μοι τάσδʼ ἐστί. θνητοῖς γὰρ γέραπορὼν ἀνάγκαις ταῖσδʼ ἐνέζευγμαι τάλας.ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸςπηγὴν κλοπαίαν, ἣ διδάσκαλος τέχνηςπάσης βροτοῖς πέφηνε καὶ μέγας πόρος.τοιῶνδε ποινὰς ἀμπλακημάτων τίνωὑπαιθρίοις δεσμοῖς πεπασσαλευμένος.ἆ ἆ ἔα ἔα.τίς ἀχώ, τίς ὀδμὰ προσέπτα μʼ ἀφεγγής,θεόσυτος, ἢ βρότειος, ἢ κεκραμένη;ἵκετο τερμόνιον ἐπὶ πάγονπόνων ἐμῶν θεωρός, ἢ τί δὴ θέλων;ὁρᾶτε δεσμώτην με δύσποτμον θεόντὸν Διὸς ἐχθρόν, τὸν πᾶσι θεοῖς