οἷόν τε πῶς; οὐ τοῦτο δειμαίνεις πλέον;αἰεί γε δὴ νηλὴς σὺ καὶ θράσους πλέως.ἄκος γὰρ οὐδὲν τόνδε θρηνεῖσθαι. σὺ δὲτὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην.ὦ πολλὰ μισηθεῖσα χειρωναξία.τί νιν στυγεῖς; πόνων γὰρ ὡς ἁπλῷ λόγῳτῶν νῦν παρόντων οὐδὲν αἰτία τέχνη.ἔμπας τις αὐτὴν ἄλλος ὤφελεν λαχεῖν.ἅπαντʼ ἐπαχθῆ πλὴν θεοῖσι κοιρανεῖν·ἐλεύθερος γὰρ οὔτις ἐστὶ πλὴν Διός.ἔγνωκα τοῖσδε κοὐδὲν ἀντειπεῖν ἔχω.οὔκουν ἐπείξῃ τῷδε δεσμὰ περιβαλεῖν,ὡς μή σʼ ἐλινύοντα προσδερχθῇ πατήρ;καὶ δὴ πρόχειρα ψάλια δέρκεσθαι πάρα.βαλών νιν ἀμφὶ χερσὶν ἐγκρατεῖ σθένειῥαιστῆρι θεῖνε, πασσάλευε πρὸς πέτραις.περαίνεται δὴ κοὐ ματᾷ τοὔργον τόδε.ἄρασσε μᾶλλον, σφίγγε, μηδαμῇ χάλα.δεινὸς γὰρ εὑρεῖν κἀξ ἀμηχάνων πόρον.ἄραρεν ἥδε γʼ ὠλένη δυσεκλύτως.καὶ τήνδε νῦν πόρπασον ἀσφαλῶς, ἵναμάθῃ σοφιστὴς ὢν Διὸς νωθέστερος.πλὴν τοῦδʼ ἂν οὐδεὶς ἐνδίκως μέμψαιτό μοι.ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθονστέρνων διαμπὰξ πασσάλευʼ ἐρρωμένως.αἰαῖ, Προμηθεῦ, σῶν ὑπερστένω πόνων.σὺ δʼ αὖ κατοκνεῖς τῶν Διός τʼ ἐχθρῶν ὕπερστένεις; ὅπως μὴ σαυτὸν οἰκτιεῖς ποτε.ὁρᾷς θέαμα δυσθέατον ὄμμασιν.ὁρῶ κυροῦντα τόνδε τῶν ἐπαξίων.ἀλλʼ ἀμφὶ πλευραῖς μασχαλιστῆρας βάλε.δρᾶν ταῦτʼ ἀνάγκη, μηδὲν ἐγκέλευʼ ἄγαν.ἦ μὴν κελεύσω κἀπιθωύξω γε πρός.χώρει κάτω, σκέλη δὲ κίρκωσον βίᾳ.καὶ δὴ πέπρακται τοὔργον οὐ μακρῷ πόνῳ.ἐρρωμένως νῦν θεῖνε διατόρους πέδας·ὡς οὑπιτιμητής γε τῶν ἔργων βαρύς.ὅμοια μορφῇ γλῶσσά σου γηρύεται.σὺ μαλθακίζου, τὴν δʼ ἐμὴν αὐθαδίανὀργῆς τε τραχύτητα μὴ ʼπίπλησσέ μοι.