διʼ ἀπεχθείας ἐλθόνθʼ ὁπόσοιτὴν Διὸς αὐλὴν εἰσοιχνεῦσιν,διὰ τὴν λίαν φιλότητα βροτῶν.φεῦ φεῦ, τί ποτʼ αὖ κινάθισμα κλύωπέλας οἰωνῶν; αἰθὴρ δʼ ἐλαφραῖςπτερύγων ῥιπαῖς ὑποσυρίζει.πᾶν μοι φοβερὸν τὸ προσέρπον.μηδὲν φοβηθῇς· φιλίαγὰρ ἅδε τάξις πτερύγωνθοαῖς ἁμίλλαις προσέβατόνδε πάγον, πατρῴαςμόγις παρειποῦσα φρένας.κραιπνοφόροι δέ μʼ ἔπεμψαν αὖραι·κτύπου γὰρ ἀχὼ χάλυβοςδιῇξεν ἄντρων μυχόν, ἐκδʼ ἔπληξέ μου τὰν θεμερῶπιν αἰδῶ·σύθην δʼ ἀπέδιλος ὄχῳ πτερωτῷ.αἰαῖ αἰαῖ,τῆς πολυτέκνου Τηθύος ἔκγονα,τοῦ περὶ πᾶσάν θʼ εἱλισσομένουχθόνʼ ἀκοιμήτῳ ῥεύματι παῖδεςπατρὸς, Ὠκεανοῦ,δέρχθητʼ, ἐσίδεσθʼ οἵῳ δεσμῷ,προσπορπατὸς τῆσδε φάραγγοςσκοπέλοις ἐν ἄκροιςφρουρὰν ἄζηλον ὀχήσω.λεύσσω, Προμηθεῦ· φοβερὰδʼ ἐμοῖσιν ὄσσοις ὀμίχλαπροσῇξε πλήρης δακρύωνσὸν δέμας εἰσιδούσᾳπέτραις προσαυαινόμενονταῖσδʼ ἀδαμαντοδέτοισι λύμαις.νέοι γὰρ οἰακονόμοικρατοῦσʼ, Ὀλύμπου· νεοχμοῖςδὲ δὴ νόμοις Ζεὺς ἀθέτως κρατύνει.τὰ πρὶν δὲ πελώρια νῦν ἀιστοῖ.εἰ γάρ μʼ ὑπὸ γῆν νέρθεν θʼ Ἅιδουτοῦ νεκροδέγμονος εἰς ἀπέρατονΤάρταρον ἧκεν,δεσμοῖς ἀλύτοις ἀγρίως πελάσας,