ὡς τοίνυν ὄντων τῶνδέ σοι μαθεῖν πάρα.πρὸς τοῦ τύραννα σκῆπτρα συληθήσεται;πρὸς αὐτὸς αὑτοῦ κενοφρόνων βουλευμάτων.ποίῳ τρόπῳ; σήμηνον, εἰ μή τις βλάβη.γαμεῖ γάμον τοιοῦτον ᾧ ποτʼ ἀσχαλᾷ.θέορτον, ἢ βρότειον; εἰ ῥητόν, φράσον.τί δʼ ὅντινʼ·; οὐ γὰρ ῥητὸν αὐδᾶσθαι τόδε.ἦ πρὸς δάμαρτος ἐξανίσταται θρόνων;ἣ τέξεταί γε παῖδα φέρτερον πατρός.οὐδʼ ἔστιν αὐτῷ τῆσδʼ ἀποστροφὴ τύχης;οὐ δῆτα, πλὴν ἔγωγʼ ἂν ἐκ δεσμῶν λυθείς.τίς οὖν ὁ λύσων ἐστὶν ἄκοντος Διός;τῶν σῶν τινʼ αὐτὸν ἐγγόνων εἶναι χρεών.πῶς εἶπας; ἦ ʼμὸς παῖς σʼ ἀπαλλάξει κακῶν;τρίτος γε γένναν πρὸς δέκʼ ἄλλαισιν γοναῖς.ἥδʼ οὐκέτʼ εὐξύμβλητος ἡ χρησμῳδία.καὶ μηδὲ σαυτῆς ἐκμαθεῖν ζήτει πόνους.μή μοι προτείνων κέρδος εἶτʼ ἀποστέρει.δυοῖν λόγοιν σε θατέρῳ δωρήσομαι.ποίοιν; πρόδειξον, αἵρεσίν τʼ ἐμοὶ δίδου.δίδωμʼ· ἑλοῦ γάρ, ἢ πόνων τὰ λοιπά σοιφράσω σαφηνῶς, ἢ τὸν ἐκλύσοντʼ ἐμέ.τούτων σὺ τὴν μὲν τῇδε, τὴν δʼ ἐμοὶ χάρινθέσθαι θέλησον, μηδʼ ἀτιμάσῃς λόγου·καὶ τῇδε μὲν γέγωνε τὴν λοιπὴν πλάνην,ἐμοὶ δὲ τὸν λύσοντα· τοῦτο γὰρ ποθῶ.ἐπεὶ προθυμεῖσθʼ, οὐκ ἐναντιώσομαιτὸ μὴ οὐ γεγωνεῖν πᾶν ὅσον προσχρῄζετε.σοὶ πρῶτον, Ἰοῖ, πολύδονον πλάνην φράσω,ἣν ἐγγράφου σὺ μνήμοσιν δέλτοις φρενῶν.ὅταν περάσῃς ῥεῖθρον ἠπείροιν ὅρον,πρὸς ἀντολὰς φλογῶπας ἡλιοστιβεῖςπόντου περῶσα φλοῖσβον, ἔστʼ ἂν ἐξίκῃπρὸς Γοργόνεια πεδία Κισθήνης, ἵνααἱ Φορκίδες ναίουσι δηναιαὶ κόραιτρεῖς κυκνόμορφοι, κοινὸν ὄμμʼ ἐκτημέναι,μονόδοντες, ἃς οὔθʼ ἥλιος προσδέρκεταιἀκτῖσιν οὔθʼ ἡ νύκτερος μήνη ποτέ.πέλας δʼ ἀδελφαὶ τῶνδε τρεῖς κατάπτεροι,δρακοντόμαλλοι Γοργόνες βροτοστυγεῖς,