ὕψιστον, ἔνθα ποταμὸς ἐκφυσᾷ μένοςκροτάφων ἀπʼ αὐτῶν. ἀστρογείτονας δὲ χρὴκορυφὰς ὑπερβάλλουσαν ἐς μεσημβρινὴνβῆναι κέλευθον, ἔνθʼ, Ἀμαζόνων στρατὸνἥξεις στυγάνορʼ, αἳ Θεμίσκυράν ποτεκατοικιοῦσιν ἀμφὶ Θερμώδονθʼ, ἵνατραχεῖα πόντου Σαλμυδησσία γνάθοςἐχθρόξενος ναύταισι, μητρυιὰ νεῶν·αὗταί σʼ ὁδηγήσουσι καὶ μάλʼ ἀσμένως.ἰσθμὸν δʼ ἐπʼ αὐταῖς στενοπόροις λίμνης πύλαιςΚιμμερικὸν ἥξεις, ὃν θρασυσπλάγχνως σε χρὴλιποῦσαν αὐλῶνʼ ἐκπερᾶν Μαιωτικόν·ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγαςτῆς σῆς πορείας, Βόσπορος δʼ ἐπώνυμοςκεκλήσεται. λιποῦσα δʼ Εὐρώπης πέδονἤπειρον ἥξεις Ἀσιάδʼ·. ἆρʼ, ὑμῖν δοκεῖὁ τῶν θεῶν τύραννος ἐς τὰ πάνθʼ ὁμῶςβίαιος εἶναι; τῇδε γὰρ θνητῇ θεὸςχρῄζων μιγῆναι τάσδʼ ἐπέρριψεν πλάνας.πικροῦ δʼ ἔκυρσας, ὦ κόρη, τῶν σῶν γάμωνμνηστῆρος. οὓς γὰρ νῦν ἀκήκοας λόγους,εἶναι δόκει σοι μηδέπω ʼν προοιμίοις.ἰώ μοί μοι, ἒ ἔ.σὺ δʼ αὖ κέκραγας κἀναμυχθίζῃ; τί πουδράσεις, ὅταν τὰ λοιπὰ πυνθάνῃ κακά;ἦ γάρ τι λοιπὸν τῇδε πημάτων ἐρεῖς;δυσχείμερόν γε πέλαγος ἀτηρᾶς δύης.τί δῆτʼ ἐμοὶ ζῆν κέρδος, ἀλλʼ οὐκ ἐν τάχειἔρριψʼ ἐμαυτὴν τῆσδʼ ἀπὸ στύφλου πέτρας,ὅπως πέδοι σκήψασα τῶν πάντων πόνωνἀπηλλάγην; κρεῖσσον γὰρ εἰσάπαξ θανεῖνἢ τὰς ἁπάσας ἡμέρας πάσχειν κακῶς.ἦ δυσπετῶς ἂν τοὺς ἐμοὺς ἄθλους φέροις,ὅτῳ θανεῖν μέν ἐστιν οὐ πεπρωμένον·αὕτη γὰρ ἦν ἂν πημάτων ἀπαλλαγή·νῦν δʼ οὐδέν ἐστι τέρμα μοι προκείμενονμόχθων, πρὶν ἂν Ζεὺς ἐκπέσῃ τυραννίδος.ἦ γάρ ποτʼ ἔστιν ἐκπεσεῖν ἀρχῆς Δία;ἥδοιʼ ἄν, οἶμαι, τήνδʼ ἰδοῦσα συμφοράν.πῶς δʼ οὐκ ἄν, ἥτις ἐκ Διὸς πάσχω κακῶς;