ὄσσοις δεδορκὼς τοὺς ἐμοὺς κατὰ στίβους.ἀπροσδόκητος δʼ αὐτὸν ἀφνίδιος μόροςτοῦ ζῆν ἀπεστέρησεν. οἰστροπλὴξ δʼ ἐγὼμάστιγι θείᾳ γῆν πρὸ γῆς ἐλαύνομαι.κλύεις τὰ πραχθέντʼ· εἰ δʼ ἔχεις εἰπεῖν ὅ τιλοιπὸν πόνων, σήμαινε· μηδέ μʼ οἰκτίσαςξύνθαλπε μύθοις ψευδέσιν· νόσημα γὰραἴσχιστον εἶναί φημι συνθέτους λόγους.ἔα ἔα, ἄπεχε, φεῦ·οὔποτʼ οὔποτʼ ηὔχουν ὧδε ξένουςμολεῖσθαι λόγους εἰς ἀκοὰν ἐμάν,οὐδʼ ὧδε δυσθέατα καὶ δύσοισταπήματα, λύματα, δείματα ἀμ-φάκει κέντρῳ τύψειν ψυχὰν ἐμάν.ἰὼ ἰὼ μοῖρα μοῖρα,πέφρικʼ εἰσιδοῦσα πρᾶξιν Ἰοῦς.πρῴ γε στενάζεις καὶ φόβου πλέα τις εἶ·ἐπίσχες ἔστʼ ἂν καὶ τὰ λοιπὰ προσμάθῃς.λέγʼ, ἐκδίδασκε· τοῖς νοσοῦσί τοι γλυκὺτὸ λοιπὸν ἄλγος προυξεπίστασθαι τορῶς.τὴν πρίν γε χρείαν ἠνύσασθʼ ἐμοῦ πάρακούφως· μαθεῖν γὰρ τῆσδε πρῶτʼ ἐχρῄζετετὸν ἀμφʼ ἑαυτῆς ἆθλον ἐξηγουμένης·τὰ λοιπὰ νῦν ἀκούσαθʼ, οἷα χρὴ πάθητλῆναι πρὸς Ἥρας τήνδε τὴν νεάνιδα.σύ τʼ Ἰνάχειον σπέρμα, τοὺς ἐμοὺς λόγουςθυμῷ βάλʼ, ὡς ἂν τέρματʼ ἐκμάθῃς ὁδοῦ.πρῶτον μὲν ἐνθένδʼ ἡλίου πρὸς ἀντολὰςστρέψασα σαυτὴν στεῖχʼ ἀνηρότους γύας·Σκύθας δʼ ἀφίξῃ νομάδας, οἳ πλεκτὰς στέγαςπεδάρσιοι ναίουσʼ ἐπʼ εὐκύκλοις ὄχοιςἑκηβόλοις τόξοισιν ἐξηρτυμένοι·οἷς μὴ πελάζειν, ἀλλʼ ἁλιστόνοις πόδαςχρίμπτουσα ῥαχίαισιν ἐκπερᾶν χθόνα.λαιᾶς δὲ χειρὸς οἱ σιδηροτέκτονεςοἰκοῦσι Χάλυβες, οὓς φυλάξασθαί σε χρή.ἀνήμεροι γὰρ οὐδὲ πρόσπλατοι ξένοις.ἥξεις δʼ Ὑβριστὴν ποταμὸν οὐ ψευδώνυμον,ὃν μὴ περάσῃς, οὐ γὰρ εὔβατος περᾶν,πρὶν ἂν πρὸς αὐτὸν Καύκασον μόλῃς, ὀρῶν