πρὸς τῶν κλυόντων, ἀξίαν τριβὴν ἔχει.οὐκ οἶδʼ ὅπως ὑμῖν ἀπιστῆσαί με χρή,σαφεῖ δὲ μύθῳ πᾶν ὅπερ προσχρῄζετεπεύσεσθε· καίτοι καὶ λέγουσʼ αἰσχύνομαιθεόσσυτον χειμῶνα καὶ διαφθορὰνμορφῆς, ὅθεν μοι σχετλίᾳ προσέπτατο.αἰεὶ γὰρ ὄψεις ἔννυχοι πωλεύμεναιἐς παρθενῶνας τοὺς ἐμοὺς παρηγόρουνλείοισι μύθοις ὦ μέγʼ εὔδαιμον κόρη,τί παρθενεύει δαρόν, ἐξόν σοι γάμουτυχεῖν μεγίστου; Ζεὺς γὰρ ἱμέρου βέλειπρὸς σοῦ τέθαλπται καὶ συναίρεσθαι Κύπρινθέλει· σὺ δʼ, ὦ παῖ, μὴ ʼπολακτίσῃς λέχοςτὸ Ζηνός, ἀλλʼ ἔξελθε πρὸς Λέρνης βαθὺνλειμῶνα, ποίμνας βουστάσεις τε πρὸς πατρός,ὡς ἂν τὸ Δῖον ὄμμα λωφήσῃ πόθου.τοιοῖσδε πάσας εὐφρόνας ὀνείρασισυνειχόμην δύστηνος, ἔστε δὴ πατρὶἔτλην γεγωνεῖν νυκτίφοιτʼ ὀνείρατα.ὁ δʼ ἔς τε Πυθὼ κἀπὶ Δωδώνης πυκνοὺςθεοπρόπους ἴαλλεν, ὡς μάθοι τί χρὴδρῶντʼ ἢ λέγοντα δαίμοσιν πράσσειν φίλα.ἧκον δʼ ἀναγγέλλοντες αἰολοστόμουςχρησμοὺς ἀσήμους δυσκρίτως τʼ εἰρημένους.τέλος δʼ ἐναργὴς βάξις ἦλθεν Ἰνάχῳσαφῶς ἐπισκήπτουσα καὶ μυθουμένηἔξω δόμων τε καὶ πάτρας ὠθεῖν ἐμέ,ἄφετον ἀλᾶσθαι γῆς ἐπʼ ἐσχάτοις ὅροις·κεἰ μὴ θέλοι, πυρωπὸν ἐκ Διὸς μολεῖνκεραυνόν, ὃς πᾶν ἐξαϊστώσοι γένος.τοιοῖσδε πεισθεὶς Λοξίου μαντεύμασινἐξήλασέν με κἀπέκλῃσε δωμάτωνἄκουσαν ἄκων· ἀλλʼ ἐπηνάγκαζέ νινΔιὸς χαλινὸς πρὸς βίαν πράσσειν τάδε.εὐθὺς δὲ μορφὴ καὶ φρένες διάστροφοιἦσαν, κεραστὶς δʼ, ὡς ὁρᾶτʼ, ὀξυστόμῳμύωπι χρισθεῖσʼ ἐμμανεῖ σκιρτήματιᾖσσον πρὸς εὔποτόν τε Κερχνείας ῥέοςΛέρνης τε κρήνην · βουκόλος δὲ γηγενὴςἄκρατος ὀργὴν Ἄργος ὡμάρτει, πυκνοῖς