σκιρτημάτων δὲ νήστισιναἰκείαις λαβρόσυτος ἦλθον, Ἥραςἐπικότοισι μήδεσι δαμεῖσα. δυσ-δαιμόνων δὲ τίνες οἵ, ἓ ἕ,οἷʼ ἐγὼ μογοῦσιν;ἀλλά μοι τορῶςτέκμηρον ὅ τι μʼ ἐπαμμένειπαθεῖν, τί μῆχαρ, ἢ τί φάρμακον νόσου,δεῖξον, εἴπερ οἶσθα·θρόει, φράζε τᾷ δυσπλάνῳ παρθένῳ.λέξω τορῶς σοι πᾶν ὅπερ χρῄζεις μαθεῖν,οὐκ ἐμπλέκων αἰνίγματʼ, ἀλλʼ ἁπλῷ λόγῳ,ὥσπερ δίκαιον πρὸς φίλους οἴγειν στόμα.πυρὸς βροτοῖς δοτῆρʼ ὁρᾷς Προμηθέα.ὦ κοινὸν ὠφέλημα θνητοῖσιν φανείς,τλῆμον Προμηθεῦ, τοῦ δίκην πάσχεις τάδε;ἁρμοῖ πέπαυμαι τοὺς ἐμοὺς θρηνῶν πόνους.οὔκουν πόροις ἂν τήνδε δωρεὰν ἐμοί;λέγʼ ἥντινʼ αἰτῇ· πᾶν γὰρ ἂν πύθοιό μου.σήμηνον ὅστις ἐν φάραγγί σʼ ὤχμασεν.βούλευμα μὲν τὸ Δῖον, Ἡφαίστου δὲ χείρ.ποινὰς δὲ ποίων ἀμπλακημάτων τίνεις;τοσοῦτον ἀρκῶ σοι σαφηνίσας μόνον.καὶ πρός γε τούτοις τέρμα τῆς ἐμῆς πλάνηςδεῖξον, τίς ἔσται τῇ ταλαιπώρῳ χρόνος.τὸ μὴ μαθεῖν σοι κρεῖσσον ἢ μαθεῖν τάδε.μήτοι με κρύψῃς τοῦθʼ ὅπερ μέλλω παθεῖν.ἀλλʼ οὐ μεγαίρω τοῦδέ σοι δωρήματος.τί δῆτα μέλλεις μὴ οὐ γεγωνίσκειν τὸ πᾶν;φθόνος μὲν οὐδείς, σὰς δʼ ὀκνῶ θράξαι φρένας.μή μου προκήδου μᾶσσον ὡς ἐμοὶ γλυκύ.ἐπεὶ προθυμῇ, χρὴ λέγειν. ἄκουε δή.μήπω γε· μοῖραν δʼ ἡδονῆς κἀμοὶ πόρε.τὴν τῆσδε πρῶτον ἱστορήσωμεν νόσον,αὐτῆς λεγούσης τὰς πολυφθόρους τύχας·τὰ λοιπὰ δʼ ἄθλων σοῦ διδαχθήτω πάρα.σὸν ἔργον, Ἰοῖ, ταῖσδʼ ὑπουργῆσαι χάριν,ἄλλως τε πάντως καὶ κασιγνήταις πατρός.ὡς τἀποκλαῦσαι κἀποδύρασθαι τύχαςἐνταῦθʼ, ὅπου μέλλοι τις οἴσεσθαι δάκρυ