χειμαζόμενον;τίνος ἀμπλακίας ποινὰς ὀλέκῃ;σήμηνον ὅποι γῆς ἡ μογερὰ πεπλάνημαι.ἆ ἆ, ἒ ἔ,χρίει τις αὖ με τὰν τάλαιναν οἶστρος,εἴδωλον Ἄργου γηγενοῦς, ἄλευʼ ἆ δᾶ· φοβοῦμαιτὸν μυριωπὸν εἰσορῶσα βούταν.ὁ δὲ πορεύεται δόλιον ὄμμʼ ἔχων,ὃν οὐδὲ κατθανόντα γαῖα κεύθει.ἀλλʼ, ἐμὲ τὰν τάλαινανἐξ ἐνέρων περῶν κυναγετεῖ, πλανᾷτε νῆστιν ἀνὰ τὰν παραλίαν ψάμμαν.ὑπὸ δὲ κηρόπλαστος ὀτοβεῖ δόναξἀχέτας ὑπνοδόταν νόμον·ἰὼ ἰὼ πόποι, ποῖ μʼ ἄγουσι τη-λέπλαγκτοι πλάναι;τί ποτέ μʼ, ὦ Κρόνιε παῖ, τί ποτε ταῖσδʼἐνέζευξας εὑρὼν ἁμαρτοῦσαν ἐνπημοναῖσιν; ἓ ἕ,οἰστρηλάτῳ δὲ δείματιδειλαίαν παράκοπον ὧδε τείρεις;πυρί με φλέξον, ἢ χθονὶ κάλυψον, ἤποντίοις δάκεσι δὸς βοράν,μηδέ μοι φθονήσῃςεὐγμάτων, ἄναξ.ἄδην με πολύπλανοι πλάναιγεγυμνάκασιν, οὐδʼ ἔχω μαθεῖν ὅπαπημονὰς ἀλύξω.κλύεις φθέγμα τᾶς βούκερω παρθένου;πῶς δʼ οὐ κλύω τῆς οἰστροδινήτου κόρης,τῆς Ἰναχείας; ἣ Διὸς θάλπει κέαρἔρωτι, καὶ νῦν τοὺς ὑπερμήκεις δρόμουςἭρᾳ στυγητὸς πρὸς βίαν γυμνάζεται.πόθεν ἐμοῦ σὺ πατρὸς ὄνομʼ ἀπύεις;εἰπέ μοι τᾷ μογερᾷ τίς ὤν;τίς ἄρα μʼ, ὦ τάλας, τὰν τάλαιναν ὧδʼἔτυμα προσθροεῖς;θεόσυτόν τε νόσον ὠνόμασας, ἃμαραίνει με χρίουσα κέντροις, ἰώ,φοιταλέοισιν ἓ ἕ·