τίς οὖν ἀνάγκης ἐστὶν οἰακοστρόφος;Μοῖραι τρίμορφοι μνήμονές τʼ Ἐρινύεςτούτων ἄρα Ζεύς ἐστιν ἀσθενέστερος;οὔκουν ἂν ἐκφύγοι γε τὴν πεπρωμένην.τί γὰρ πέπρωται Ζηνὶ πλὴν ἀεὶ κρατεῖν;τοῦτʼ οὐκέτʼ ἂν πύθοιο μηδὲ λιπάρει.ἦ πού τι σεμνόν ἐστιν ὃ ξυναμπέχεις.ἄλλου λόγου μέμνησθε, τόνδε δʼ οὐδαμῶςκαιρὸς γεγωνεῖν, ἀλλὰ συγκαλυπτέοςὅσον μάλιστα· τόνδε γὰρ σῴζων ἐγὼδεσμοὺς ἀεικεῖς καὶ δύας ἐκφυγγάνω.μηδάμʼ ὁ πάντα νέμωνθεῖτʼ ἐμᾷ γνώμᾳ κράτος ἀντίπαλον Ζεύς,μηδʼ ἐλινύσαιμι θεοὺς ὁσίαις θοίναις ποτινισομέναβουφόνοις παρʼ Ὠκεανοῦ πατρὸς ἄσβεστον πόρον,μηδʼ ἀλίτοιμι λόγοις·ἀλλά μοι τόδʼ ἐμμένοι καὶ μήποτʼ ἐκτακείη·ἁδύ τι θαρσαλέαιςτὸν μακρὸν τείνειν βίον ἐλπίσι, φαναῖςθυμὸν ἀλδαίνουσαν ἐν εὐφροσύναις. φρίσ-σω δέ σε δερκομέναμυρίοις μόχθοις διακναιόμενον .Ζῆνα γὰρ οὐ τρομέωνἰδίᾳ γνώμᾳ σέβῃ θνατοὺς ἄγαν, Προμηθεῦ.φέρʼ, ὅπως ἄχαρις χάρις, ὦ φίλος·εἰπὲ ποῦ τίς ἀλκά;τίς ἐφαμερίων ἄρηξις; οὐδʼ ἐδέρχθηςὀλιγοδρανίαν ἄκικυν,ἰσόνειρον, ᾇ τὸ φωτῶνἀλαὸν γένος ἐμπεποδισμένον; οὔποτετὰν Διὸς ἁρμονίαν θνατῶν παρεξίασι βουλαί.ἔμαθον τάδε σὰς προσιδοῦσʼ ὀλο-ὰς τύχας, Προμηθεῦ.τὸ διαμφίδιον δέ μοι μέλος προσέπτατόδʼ ἐκεῖνό θʼ, ὅ τʼ ἀμφὶ λουτρὰκαὶ λέχος σὸν ὑμεναίουνἰότατι γάμων, ὅτε τὰν ὁμοπάτριον ἕδνοιςἄγαγες Ἡσιόναν πείθὼν δάμαρτα κοινόλεκτρον.τίς γῆ; τί γένος; τίνα φῶ λεύσσειντόνδε χαλινοῖς ἐν πετρίνοισιν