εὑρεῖν ὁποίοις φαρμάκοις ἰάσιμος.τὰ λοιπά μου κλύουσα θαυμάσῃ πλέον,οἵας τέχνας τε καὶ πόρους ἐμησάμην.τὸ μὲν μέγιστον, εἴ τις ἐς νόσον πέσοι,οὐκ ἦν ἀλέξημʼ οὐδέν, οὔτε βρώσιμον,οὐ χριστόν, οὐδὲ πιστόν, ἀλλὰ φαρμάκωνχρείᾳ κατεσκέλλοντο, πρίν γʼ ἐγώ σφισινἔδειξα κράσεις ἠπίων ἀκεσμάτων,αἷς τὰς ἁπάσας ἐξαμύνονται νόσους.τρόπους τε πολλοὺς μαντικῆς ἐστοίχισα,κἄκρινα πρῶτος ἐξ ὀνειράτων ἃ χρὴὕπαρ γενέσθαι, κληδόνας τε δυσκρίτουςἐγνώρισʼ αὐτοῖς ἐνοδίους τε συμβόλους·γαμψωνύχων τε πτῆσιν οἰωνῶν σκεθρῶςδιώρισʼ, οἵτινές τε δεξιοὶ φύσινεὐωνύμους τε, καὶ δίαιταν ἥντιναἔχουσʼ ἕκαστοι, καὶ πρὸς ἀλλήλους τίνεςἔχθραι τε καὶ στέργηθρα καὶ συνεδρίαι·σπλάγχνων τε λειότητα, καὶ χροιὰν τίναἔχουσʼ ἂν εἴη δαίμοσιν πρὸς ἡδονὴνχολή, λοβοῦ τε ποικίλην εὐμορφίαν.κνίσῃ τε κῶλα συγκαλυπτὰ καὶ μακρὰνὀσφῦν πυρώσας δυστέκμαρτον ἐς τέχνηνὥδωσα θνητούς, καὶ φλογωπὰ σήματαἐξωμμάτωσα, πρόσθεν ὄντʼ ἐπάργεμα.τοιαῦτα μὲν δὴ ταῦτʼ· ἔνερθε δὲ χθονὸςκεκρυμμένʼ, ἀνθρώποισιν ὠφελήματα,χαλκόν, σίδηρον, ἄργυρον, χρυσόν τε τίςφήσειεν ἂν πάροιθεν ἐξευρεῖν ἐμοῦ;οὐδείς, σάφʼ οἶδα, μὴ μάτην φλύσαι θέλων.βραχεῖ δὲ μύθῳ πάντα συλλήβδην μάθε,πᾶσαι τέχναι βροτοῖσιν ἐκ Προμηθέως.μή νυν βροτοὺς μὲν ὠφέλει καιροῦ πέρα,σαυτοῦ δʼ ἀκήδει δυστυχοῦντος. ὡς ἐγὼεὔελπίς εἰμι τῶνδέ σʼ ἐκ δεσμῶν ἔτιλυθέντα μηδὲν μεῖον ἰσχύσειν Διός.οὐ ταῦτα ταύτῃ Μοῖρά πω τελεσφόροςκρᾶναι πέπρωται, μυρίαις δὲ πημοναῖςδύαις τε καμφθεὶς ὧδε δεσμὰ φυγγάνω·τέχνη δʼ ἀνάγκης ἀσθενεστέρα μακρῷ.