στένουσιν ἄλγος οἰκτρόν.μή τοι χλιδῇ δοκεῖτε μηδʼ αὐθαδίᾳσιγᾶν με· συννοίᾳ δὲ δάπτομαι κέαρ,ὁρῶν ἐμαυτὸν ὧδε προυσελούμενον.καίτοι θεοῖσι τοῖς νέοις τούτοις γέρατίς ἄλλος ἢ ʼγὼ παντελῶς διώρισεν;ἀλλʼ αὐτὰ σιγῶ· καὶ γὰρ εἰδυίαισιν ἂνὑμῖν λέγοιμι· τἀν βροτοῖς δὲ πήματαἀκούσαθʼ, ὥς σφας νηπίους ὄντας τὸ πρὶνἔννους ἔθηκα καὶ φρενῶν ἐπηβόλους.λέξω δέ, μέμψιν οὔτινʼ ἀνθρώποις ἔχων,ἀλλʼ ὧν δέδωκʼ εὔνοιαν ἐξηγούμενος·οἳ πρῶτα μὲν βλέποντες ἔβλεπον μάτην,κλύοντες οὐκ ἤκουον, ἀλλʼ ὀνειράτωνἀλίγκιοι μορφαῖσι τὸν μακρὸν βίονἔφυρον εἰκῇ πάντα, κοὔτε πλινθυφεῖςδόμους προσείλους, ᾖσαν, οὐ ξυλουργίαν·κατώρυχες δʼ ἔναιον ὥστʼ ἀήσυροιμύρμηκες ἄντρων ἐν μυχοῖς ἀνηλίοις.ἦν δʼ οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαροὔτʼ ἀνθεμώδους ἦρος οὔτε καρπίμουθέρους βέβαιον, ἀλλʼ ἄτερ γνώμης τὸ πᾶνἔπρασσον, ἔστε δή σφιν ἀντολὰς ἐγὼἄστρων ἔδειξα τάς τε δυσκρίτους δύσεις.καὶ μὴν ἀριθμόν, ἔξοχον σοφισμάτων,ἐξηῦρον αὐτοῖς, γραμμάτων τε συνθέσεις,μνήμην ἁπάντων, μουσομήτορʼ ἐργάνην.κἄζευξα πρῶτος ἐν ζυγοῖσι κνώδαλαζεύγλαισι δουλεύοντα σάγμασὶν θʼ, ὅπωςθνητοῖς μεγίστων διάδοχοι μοχθημάτωνγένοινθʼ , ὑφʼ ἅρμα τʼ ἤγαγον φιληνίουςἵππους, ἄγαλμα τῆς ὑπερπλούτου χλιδῆς.θαλασσόπλαγκτα δʼ οὔτις ἄλλος ἀντʼ ἐμοῦλινόπτερʼ ηὗρε ναυτίλων ὀχήματα.τοιαῦτα μηχανήματʼ ἐξευρὼν τάλαςβροτοῖσιν, αὐτὸς οὐκ ἔχω σόφισμʼ ὅτῳτῆς νῦν παρούσης πημονῆς ἀπαλλαγῶ.πέπονθας αἰκὲς πῆμʼ· ἀποσφαλεὶς φρενῶνπλανᾷ, κακὸς δʼ ἰατρὸς ὥς τις ἐς νόσονπεσὼν ἀθυμεῖς καὶ σεαυτὸν οὐκ ἔχεις