ὁρμωμένῳ μοι τόνδʼ ἐθώυξας λόγον.λευρὸν γὰρ οἷμον αἰθέρος ψαίρει πτεροῖςτετρασκελὴς οἰωνός· ἄσμενος δέ τἂνσταθμοῖς ἐν οἰκείοισι κάμψειεν γόνυ.στένω σε τᾶς οὐλομένας τύχας, Προμηθεῦ·δακρυσίστακτα δʼ ἀπʼ ὄσσωνῥαδινὰν λειβομένα ῥέος παρειὰννοτίοις ἔτεγξα παγαῖς·ἀμέγαρτα γὰρ τάδε Ζεὺςἰδίοις νόμοις κρατύνωνὑπερήφανον θεοῖς τοῖςπάρος ἐνδείκνυσιν αἰχμάν.πρόπασα δʼ ἤδη στονόεν λέλακε χώρα,μεγαλοσχήμονά ἀρχαι-οπρεπῆ στένουσι τὰν σὰνξυνομαιμόνων τε τιμάν,ὁπόσοι τʼ ἔποικον ἁγνᾶςἈσίας ἕδος νέμονται,μεγαλοστόνοισι σοῖς πή-μασι συγκάμνουσι θνατοί.Κολχίδος τε γᾶς ἔνοικοιπαρθένοι, μάχας ἄτρεστοι,καὶ Σκύθης ὅμιλος, οἳ γᾶςἔσχατον τόπον ἀμφὶ Μαι-ῶτιν ἔχουσι λίμναν,Ἀραβίας τʼ ἄρειον ἄνθος,ὑψίκρημνον οἳ πόλισμαΚαυκάσου πέλας νέμονται,δάιος στρατός, ὀξυπρῴ-ροισι βρέμων ἐν αἰχμαῖς.μόνον δὴ πρόσθεν ἄλλον ἐν πόνοιςδαμέντʼ ἀδαμαντοδέτοιςΤιτᾶνα λύμαις εἰσιδόμαν, θεόν,Ἄτλαντος αἰὲν; ὑπέροχον σθένος κραταιόν,ὃς οὐράνιόν τε πόλοννώτοις στέγων ὑποστενάζει.βοᾷ δὲ πόντιος κλύδωνξυμπίτνων, στένει βυθός,κελαινὸς δʼ Ἄιδος ὑποβρέμει μυχὸς γᾶς,παγαί θʼ ἁγνορύτων ποταμῶν