ἑκατογκάρανον πρὸς βίαν χειρούμενονΤυφῶνα θοῦρον· πᾶσιν ὅς ἀντέστη θεοῖς,σμερδναῖσι γαμφηλαῖσι συρίζων φόβον·ἐξ ὀμμάτων δʼ ἤστραπτε γοργωπὸν σέλας,ὡς τὴν Διὸς τυραννίδʼ ἐκπέρσων βίᾳ·ἀλλʼ ἦλθεν αὐτῷ Ζηνὸς ἄγρυπνον βέλος,καταιβάτης κεραυνὸς ἐκπνέων φλόγα,ὃς αὐτὸν ἐξέπληξε τῶν ὑψηγόρωνκομπασμάτων. φρένας γὰρ εἰς αὐτὰς τυπεὶςἐφεψαλώθη κἀξεβροντήθη σθένος.καὶ νῦν ἀχρεῖον καὶ παράορον δέμαςκεῖται στενωποῦ πλησίον θαλασσίουἰπούμενος ῥίζαισιν Αἰτναίαις ὕπο·κορυφαῖς δʼ ἐν ἄκραις ἥμενος μυδροκτυπεῖἭφαιστος· ἔνθεν ἐκραγήσονταί ποτεποταμοὶ πυρὸς δάπτοντες ἀγρίαις γνάθοιςτῆς καλλικάρπου Σικελίας λευροὺς γύας·τοιόνδε Τυφὼς ἐξαναζέσει χόλονθερμοῖς ἀπλάτου βέλεσι πυρπνόου ζάλης,καίπερ κεραυνῷ Ζηνὸς ἠνθρακωμένος.σὺ δʼ οὐκ ἄπειρος, οὐδʼ ἐμοῦ διδασκάλουχρῄζεις· σεαυτὸν σῷζʼ ὅπως ἐπίστασαι·ἐγὼ δὲ τὴν παροῦσαν ἀντλήσω τύχην,ἔστʼ ἂν Διὸς φρόνημα λωφήσῃ χόλου.οὔκουν, Προμηθεῦ, τοῦτο γιγνώσκεις, ὅτιὀργῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι;ἐάν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρκαὶ μὴ σφριγῶντα θυμὸν ἰσχναίνῃ βίᾳ.ἐν τῷ προθυμεῖσθαι δὲ καὶ τολμᾶν τίναὁρᾷς ἐνοῦσαν ζημίαν; δίδασκέ με.μόχθον περισσὸν κουφόνουν τʼ εὐηθίαν.ἔα με τῇδε τῇ νόσῳ νοσεῖν, ἐπεὶκέρδιστον εὖ φρονοῦντα μὴ φρονεῖν δοκεῖν.ἐμὸν δοκήσει τἀμπλάκημʼ εἶναι τόδε.σαφῶς μʼ ἐς οἶκον σὸς λόγος στέλλει πάλιν.μὴ γάρ σε θρῆνος οὑμὸς εἰς ἔχθραν βάλῃ.ἦ τῷ νέον θακοῦντι παγκρατεῖς ἕδρας;τούτου φυλάσσου μή ποτʼ ἀχθεσθῇ κέαρ.ἡ σή, Προμηθεῦ, συμφορὰ διδάσκαλος.στέλλου, κομίζου, σῷζε τὸν παρόντα νοῦν.