θακῶν κλύοι Ζεύς, ὥστε σοι τὸν νῦν ὄχλονπαρόντα μόχθων παιδιὰν εἶναι δοκεῖν.ἀλλʼ, ὦ ταλαίπωρʼ, ἃς ἔχεις ὀργὰς ἄφες,ζήτει δὲ τῶνδε πημάτων ἀπαλλαγάς.ἀρχαῖʼ ἴσως σοι φαίνομαι λέγειν τάδε·τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρουγλώσσης, Προμηθεῦ, τἀπίχειρα γίγνεται.σὺ δʼ οὐδέπω ταπεινὸς οὐδʼ εἴκεις κακοῖς,πρὸς τοῖς παροῦσι δʼ ἄλλα προσλαβεῖν θέλεις.οὔκουν ἔμοιγε χρώμενος διδασκάλῳπρὸς κέντρα κῶλον ἐκτενεῖς, ὁρῶν ὅτιτραχὺς μόναρχος οὐδʼ ὑπεύθυνος κρατεῖ.καὶ νῦν ἐγὼ μὲν εἶμι καὶ πειράσομαιἐὰν δύνωμαι τῶνδέ σʼ ἐκλῦσαι πόνων.σὺ δʼ ἡσύχαζε μηδʼ ἄγαν λαβροστόμει.ἢ οὐκ οἶσθʼ ἀκριβῶς ὢν περισσόφρων ὅτιγλώσσῃ ματαίᾳ ζημία προστρίβεται;ζηλῶ σʼ ὁθούνεκʼ ἐκτὸς αἰτίας κυρεῖςτούτων μετασχεῖν καὶ τετολμηκὼς ἐμοί.καὶ νῦν ἔασον μηδέ σοι μελησάτω.πάντως γὰρ οὐ πείσεις νιν· οὐ γὰρ εὐπιθής.πάπταινε δʼ αὐτὸς μή τι πημανθῇς ὁδῷ.πολλῷ γʼ ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυςἢ σαυτόν· ἔργῳ κοὐ λόγῳ τεκμαίρομαι.ὁρμώμενον δὲ μηδαμῶς ἀντισπάσῃς.αὐχῶ γὰρ αὐχῶ τήνδε δωρεὰν ἐμοὶδώσειν Δίʼ, ὥστε τῶνδέ σʼ ἐκλῦσαι πόνων.τὰ μὲν σʼ ἐπαινῶ κοὐδαμῇ λήξω ποτέ·προθυμίας γὰρ οὐδὲν ἐλλείπεις. ἀτὰρμηδὲν πόνει. μάτην γὰρ οὐδὲν ὠφελῶνἐμοὶ πονήσεις, εἴ τι καὶ πονεῖν θέλεις.ἀλλʼ ἡσύχαζε σαυτὸν ἐκποδὼν ἔχων·ἐγὼ γὰρ οὐκ, εἰ δυστυχῶ, τοῦδʼ εἵνεκαθέλοιμʼ ἂν ὡς πλείστοισι πημονὰς τυχεῖν.οὐ δῆτʼ ἐπεί με καὶ κασιγνήτου τύχαιτείρουσʼ Ἄτλαντος, ὃς πρὸς ἑσπέρους τόπουςἕστηκε κίονʼ οὐρανοῦ τε καὶ χθονὸςὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον.τὸν γηγενῆ τε Κιλικίων οἰκήτοραἄντρων ἰδὼν ᾤκτιρα, δάιον τέρας