ἀκούσαθʼ, ὡς μάθητε διὰ τέλους τὸ πᾶν.πίθεσθέ μοι πίθεσθε, συμπονήσατετῷ νῦν μογοῦντι. ταὐτά τοι πλανωμένηπρὸς ἄλλοτʼ ἄλλον πημονὴ προσιζάνει.οὐκ ἀκούσαις ἐπεθώυξαςτοῦτο, Προμηθεῦ.καὶ νῦν ἐλαφρῷ ποδὶ κραιπνόσυτονθᾶκον προλιποῦσʼ, αἰθέρα θʼ ἁγνὸνπόρον οἰωνῶν, ὀκριοέσσῃχθονὶ τῇδε πελῶ, τοὺς σοὺς δὲ πόνουςχρῄζω διὰ παντὸς ἀκοῦσαι.ἥκω δολιχῆς τέρμα κελεύθουδιαμειψάμενος πρὸς σέ, Προμηθεῦ,τὸν πτερυγωκῆ τόνδʼ οἰωνὸνγνώμῃ στομίων ἄτερ εὐθύνων·ταῖς σαῖς δὲ τύχαις, ἴσθι, συναλγῶ.τὸ τε γάρ με, δοκῶ, συγγενὲς οὕτωςἐσαναγκάζει,χωρίς τε γένους οὐκ ἔστιν ὅτῳμείζονα μοῖραν νείμαιμʼ ἢ σοί.γνώσῃ δὲ τάδʼ ὡς ἔτυμʼ, οὐδὲ μάτηνχαριτογλωσσεῖν ἔνι μοι· φέρε γὰρσήμαινʼ ὅ τι χρή σοι συμπράσσειν·οὐ γάρ ποτʼ ἐρεῖς ὡς Ὠκεανοῦφίλος ἐστὶ βεβαιότερός σοι.ἔα· τί χρῆμα λεύσσω; καὶ σὺ δὴ πόνων ἐμῶνἥκεις ἐπόπτης; πῶς ἐτόλμησας, λιπὼνἐπώνυμόν τε ῥεῦμα καὶ πετρηρεφῆαὐτόκτιτʼ ἄντρα, τὴν σιδηρομήτοραἐλθεῖν ἐς αἶαν; ἦ θεωρήσων τύχαςἐμὰς ἀφῖξαι καὶ συνασχαλῶν κακοῖς;δέρκου θέαμα, τόνδε τὸν Διὸς φίλον,τὸν συγκαταστήσαντα τὴν τυραννίδα,οἵαις ὑπʼ αὐτοῦ πημοναῖσι κάμπτομαι.ὁρῶ, Προμηθεῦ, καὶ παραινέσαι γέ σοιθέλω τὰ λῷστα, καίπερ ὄντι ποικίλῳ.γίγνωσκε σαυτὸν καὶ μεθάρμοσαι τρόπουςνέους· νέος γὰρ καὶ τύραννος ἐν θεοῖς.εἰ δʼ ὧδε τραχεῖς καὶ τεθηγμένους λόγουςῥίψεις, τάχʼ ἄν σου καὶ μακρὰν ἀνωτέρω