τὸ πᾶν ἔχρῃζεν ἄλλο φιτῦσαι νέον.καὶ τοῖσιν οὐδεὶς ἀντέβαινε πλὴν ἐμοῦ.ἐγὼ δʼ ἐτόλμησʼ· ἐξελυσάμην βροτοὺςτὸ μὴ διαρραισθέντας εἰς Ἅιδου μολεῖν.τῷ τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι,πάσχειν μὲν ἀλγειναῖσιν, οἰκτραῖσιν δʼ ἰδεῖν·θνητοὺς δʼ ἐν οἴκτῳ προθέμενος, τούτου τυχεῖνοὐκ ἠξιώθην αὐτός, ἀλλὰ νηλεῶςὧδʼ ἐρρύθμισμαι, Ζηνὶ δυσκλεὴς θέα.σιδηρόφρων τε κἀκ πέτρας εἰργασμένοςὅστις, Προμηθεῦ, σοῖσιν οὐ συνασχαλᾷμόχθοις· ἐγὼ γὰρ οὔτʼ ἂν εἰσιδεῖν τάδεἔχρῃζον εἰσιδοῦσά τʼ ἠλγύνθην κέαρ.καὶ μὴν φίλοις γʼ ἐλεινὸς εἰσορᾶν ἐγώ.μή πού τι προύβης τῶνδε καὶ περαιτέρω;θνητούς γʼ ἔπαυσα μὴ προδέρκεσθαι μόρον.τὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου;τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατῴκισα.μέγʼ ὠφέλημα τοῦτʼ ἐδωρήσω βροτοῖς.πρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα.καὶ νῦν φλογωπὸν πῦρ ἔχουσʼ ἐφήμεροι;ἀφʼ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας.τοιοῖσδε δή σε Ζεὺς ἐπʼ αἰτιάμασιν—αἰκίζεταί τε κοὐδαμῇ χαλᾷ κακῶν.οὐδʼ ἔστιν ἄθλου τέρμα σοι προκείμενον;οὐκ ἄλλο γʼ οὐδέν, πλὴν ὅταν κείνῳ δοκῇ.δόξει δὲ πῶς; τίς ἐλπίς; οὐχ ὁρᾷς ὅτιἥμαρτες; ὡς δʼ ἥμαρτες οὔτʼ ἐμοὶ λέγεινκαθʼ ἡδονὴν σοί τʼ ἄλγος. ἀλλὰ ταῦτα μὲνμεθῶμεν, ἄθλου δʼ ἔκλυσιν ζήτει τινά.ἐλαφρὸν ὅστις πημάτων ἔξω πόδαἔχει παραινεῖν νουθετεῖν τε τὸν κακῶςπράσσοντʼ· ἐγὼ δὲ ταῦθʼ ἅπαντʼ ἠπιστάμην.ἑκὼν ἑκὼν ἥμαρτον, οὐκ ἀρνήσομαι·θνητοῖς ἀρήγων αὐτὸς ηὑρόμην πόνους.οὐ μήν τι ποιναῖς γʼ ᾠόμην τοίαισί μεκατισχνανεῖσθαι πρὸς πέτραις πεδαρσίοις,τυχόντʼ ἐρήμου τοῦδʼ ἀγείτονος πάγου.καί μοι τὰ μὲν παρόντα μὴ δύρεσθʼ ἄχη,πέδοι δὲ βᾶσαι τὰς προσερπούσας τύχας