πάντʼ ἐκκάλυψον καὶ γέγωνʼ ἡμῖν λόγον,ποίῳ λαβών σε Ζεὺς ἐπʼ αἰτιάματι,οὕτως ἀτίμως καὶ πικρῶς αἰκίζεται·δίδαξον ἡμᾶς, εἴ τι μὴ βλάπτει λόγῳ.ἀλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶν τάδε,ἄλγος δὲ σιγᾶν, πανταχῇ δὲ δύσποτμα.ἐπεὶ τάχιστʼ ἤρξαντο δαίμονες χόλουστάσις τʼ ἐν ἀλλήλοισιν ὠροθύνετο,οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον,ὡς Ζεὺς ἀνάσσοι δῆθεν, οἱ δὲ τοὔμπαλινσπεύδοντες, ὡς Ζεὺς μήποτʼ ἄρξειεν θεῶν,ἐνταῦθʼ ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖνΤιτᾶνας, Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα,οὐκ ἠδυνήθην. αἱμύλας δὲ μηχανὰςἀτιμάσαντες καρτεροῖς φρονήμασινᾤοντʼ ἀμοχθεὶ πρὸς βίαν τε δεσπόσειν·ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον Θέμις,καὶ Γαῖα, πολλῶν ὀνομάτων μορφὴ μία,τὸ μέλλον ᾗ κραίνοιτο προυτεθεσπίκει,ὡς οὐ κατʼ ἰσχὺν οὐδὲ πρὸς τὸ καρτερόνχρείη, δόλῳ δὲ τοὺς ὑπερσχόντας κρατεῖν.τοιαῦτʼ ἐμοῦ λόγοισιν ἐξηγουμένουοὐκ ἠξίωσαν οὐδὲ προσβλέψαι τὸ πᾶν.κράτιστα δή μοι τῶν παρεστώτων τότεἐφαίνετʼ εἶναι προσλαβόντα μητέραἑκόνθʼ ἑκόντι Ζηνὶ συμπαραστατεῖν.ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴςκευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνοναὐτοῖσι συμμάχοισι. τοιάδʼ ἐξ ἐμοῦὁ τῶν θεῶν τύραννος ὠφελημένοςκακαῖσι ποιναῖς ταῖσδὲ μʼ ἐξημείψατο.ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδινόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι.ὃ δʼ οὖν ἐρωτᾶτʼ, αἰτίαν καθʼ ἥντινααἰκίζεταί με, τοῦτο δὴ σαφηνιῶ.ὅπως τάχιστα τὸν πατρῷον ἐς θρόνονκαθέζετʼ, εὐθὺς δαίμοσιν νέμει γέραἄλλοισιν ἄλλα καὶ διεστοιχίζετοἀρχήν· βροτῶν δὲ τῶν ταλαιπώρων λόγονοὐκ ἔσχεν οὐδένʼ, ἀλλʼ ἀιστώσας γένος