ὡς μήτε θεὸς μήτε τις ἄλλοςτοῖσδʼ ἐπεγήθει.νῦν δʼ αἰθέριον κίνυγμʼ ὁ τάλαςἐχθροῖς ἐπίχαρτα πέπονθα.τίς ὧδε τλησικάρδιοςθεῶν, ὅτῳ τάδʼ ἐπιχαρῆ;τίς οὐ ξυνασχαλᾷ κακοῖςτεοῖσι, δίχα γε Διός; ὁ δʼ ἐπικότως ἀεὶθέμενος ἄγναμπτον νόονδάμναται Οὐρανίανγένναν, οὐδὲ λήξει, πρὶν ἂν ἢ κορέσῃ κέαρ ἢ παλάμᾳ τινὶτὰν δυσάλωτον ἕλῃ τις ἀρχάν.ἦ μὴν ἔτʼ ἐμοῦ, καίπερ κρατεραῖςἐν γυιοπέδαις αἰκιζομένου,χρείαν ἕξει μακάρων πρύτανις,δεῖξαι τὸ νέον βούλευμʼ ὑφʼ ὅτουσκῆπτρον τιμάς τʼ ἀποσυλᾶται.καί μʼ οὔτι μελιγλώσσοις πειθοῦςἐπαοιδαῖσιν θέλξει, στερεάς τʼοὔποτʼ ἀπειλὰς πτήξας τόδʼ ἐγὼκαταμηνύσω,πρὶν ἂν ἐξ ἀγρίων δεσμῶν χαλάσῃποινάς τε τίνειντῆσδʼ αἰκείας ἐθελήσῃ.σὺ μὲν θρασύς τε καὶ πικραῖςδύαισιν οὐδὲν ἐπιχαλᾷς,ἄγαν δʼ ἐλευθεροστομεῖς.ἐμὰς δὲ φρένας ἐρέθισε διάτορος φόβος·δέδια δʼ ἀμφὶ σαῖς τύχαις,πᾷ ποτε τῶνδε πόνωνχρή σε τέρμα κέλ-σαντʼ ἐσιδεῖν· ἀκίχητα γὰρ ἤθεα καὶ κέαρἀπαράμυθον ἔχει Κρόνου παῖς.οἶδʼ ὅτι τραχὺς καὶ παρʼ ἑαυτῷτὸ δίκαιον ἔχων Ζεύς. ἀλλʼ ἔμπας ὀίωμαλακογνώμωνἔσται ποθʼ, ὅταν ταύτῃ ῥαισθῇ·τὴν δʼ ἀτέραμνον στορέσας ὀργὴνεἰς ἀρθμὸν ἐμοὶ καὶ φιλότητασπεύδων σπεύδοντί ποθʼ ἥξει.