ἢ Λίλαιος εὐπάτωρ,Μέμφις, Θάρυβις, καὶ Μασίστρας,Ἀρτεμβάρης τʼ ἠδʼ Ὑσταίχμας;τάδε σʼ ἐπανερόμαν.ἰὼ ἰώ μοί μοιτὰς ὠγυγίους κατιδόντεςστυγνὰς Ἀθάνας πάντες ἑνὶ πιτύλῳ,ἐὴ ἐή, τλάμονες ἀσπαίρουσι χέρσῳ.ἦ καὶ τὸν Περσᾶν αὐτοῦτὸν σὸν πιστὸν πάντʼ ὀφθαλμὸνμυρία μυρία πεμπαστὰνΒατανώχου παῖδʼ Ἄλπιστοντοῦ Σησάμα τοῦ Μεγαβάτα,Πάρθον τε μέγαν τʼ Οἰβάρηνἔλιπες ἔλιπες;ὢ ὢ ὢ δᾴων.Πέρσαις ἀγαυοῖς κακὰ πρόκακα λέγεις.ἰὼ ἰὼ δῆταἴυγγʼ ἀγαθῶν ἑτάρων μοι ὑπομιμνήσκειςκινεῖς ἄλαστα στυγνὰ πρόκακα λέγων.βοᾷ βοᾷ μοι μελέων ἔντοσθεν ἦτορ.καὶ μὴν ἄλλους γε ποθοῦμεν,Μάρδων ἀνδρῶν μυριοταγὸνΞάνθιν ἄρειόν τʼ Ἀγχάρην,Δίαιξίν τʼ ἠδʼ Ἀρσάκηνἱππιάνακτας,Κηγδαδάταν καὶ ΛυθίμνανΤόλμον τʼ αἰχμᾶς ἀκόρεστον.ἔταφον ἔταφον,οὐκ ἀμφὶ σκηναῖςτροχηλάτοισιν ὄπιθεν δʼ· ἑπομένους.βεβᾶσι γὰρ τοίπερ ἀγρέται στρατοῦ.βεβᾶσιν, οἴ, νώνυμοι.ἰὴ ἰή, ἰὼ ἰώ.ἰὼ ἰώ, δαίμονες,ἔθεθʼ ἄελπτον κακὸνδιαπρέπον, οἷον δέδορκεν Ἄτα.πεπλήγμεθʼ οἵᾳ διʼ αἰῶνος τύχᾳ·πεπλήγμεθʼ· εὔδηλα γάρ·νέᾳ νέᾳ δύᾳ δύᾳ.