κύρσαντες οὐκ εὐτυχῶςἸάνων ναυβατᾶν.δυσπόλεμον δὴ γένος τὸ Περσᾶν.πῶς δʼ οὔ; στρατὸν μὲν τοσοῦ-τον τάλας πέπληγμαι.τί δʼ οὔκ; ὄλωλεν μεγάλως τὰ Περσᾶν.ὁρᾷς τὸ λοιπὸν τόδε τᾶς ἐμᾶς στολᾶς;ὁρῶ ὁρῶ.τόνδε τʼ ὀιστοδέγμονα—τί τόδε λέγεις σεσωσμένον;θησαυρὸν βελέεσσιν;βαιά γʼ ὡς ἀπὸ πολλῶν.ἐσπανίσμεθʼ ἀρωγῶν.Ἰάνων λαὸς οὐ φυγαίχμας.ἀγανόρειος· κατεῖ-δον δὲ πῆμʼ ἄελπτον.τραπέντα ναύφρακτον ἐρεῖς ὅμιλον;πέπλον δʼ ἐπέρρηξʼ ἐπὶ συμφορᾷ κακοῦ.παπαῖ παπαῖ.καὶ πλέον ἢ παπαῖ μὲν οὖν.δίδυμα γάρ ἐστι καὶ τριπλᾶ—λυπρά, χάρματα δʼ ἐχθροῖς.καὶ σθένος γʼ ἐκολούσθη—γυμνός εἰμι προπομπῶν.φίλων ἄταισι ποντίαισιν·δίαινε δίαινε πῆμα· πρὸς δόμους δʼ ἴθι.αἰαῖ αἰαῖ, δύα δύα.βόα νυν ἀντίδουπά μοι.δόσιν κακὰν κακῶν κακοῖς.ἴυζε μέλος ὁμοῦ τιθείς.ὀτοτοτοτοῖ.βαρεῖά γʼ ἅδε συμφορά.οἲ μάλα καὶ τόδʼ ἀλγῶ.ἔρεσσʼ ἔρεσσε καὶ στέναζʼ ἐμὴν χάριν.διαίνομαι γοεδνὸς ὤν.βόα νυν ἀντίδουπά μοι.μέλειν πάρεστι, δέσποτα.ἐπορθίαζέ νυν γόοις.ὀτοτοτοτοῖ.μέλαινα δʼ ἀμμεμείξεται,