Τάδε μὲν Περσῶν τῶν οἰχομένωνἙλλάδʼ ἐς αἶαν πιστὰ καλεῖται,καὶ τῶν ἀφνεῶν καὶ πολυχρύσωνἑδράνων φύλακες, κατὰ πρεσβείανοὓς αὐτὸς ἄναξ Ξέρξης βασιλεὺςΔαρειογενὴςεἵλετο χώρας ἐφορεύειν.ἀμφὶ δὲ νόστῳ τῷ βασιλείῳκαὶ πολυχρύσου στρατιᾶς ἤδηκακόμαντις ἄγαν ὀρσολοπεῖταιθυμὸς ἔσωθεν.πᾶσα γὰρ ἰσχὺς Ἀσιατογενὴςᾤχωκε, νέον δʼ ἄνδρα βαΰζει,κοὔτε τις ἄγγελος οὔτε τις ἱππεὺςἄστυ τὸ Περσῶν ἀφικνεῖται·οἵτε τὸ Σούσων ἠδʼ Ἀγβατάνωνκαὶ τὸ παλαιὸν Κίσσιον ἕρκοςπρολιπόντες ἔβαν, τοὶ μὲν ἐφʼ ἵππων.τοὶ δʼ ἐπὶ ναῶν, πεζοί τε βάδηνπολέμου στῖφος παρέχοντες·οἷος Ἀμίστρης ἠδʼ Ἀρταφρένηςκαὶ Μεγαβάτης ἠδʼ Ἀστάσπης,ταγοὶ Περσῶν,βασιλῆς βασιλέως ὕποχοι μεγάλου,σοῦνται, στρατιᾶς πολλῆς ἔφοροι,τοξοδάμαντές τʼ ἠδʼ ἱπποβάται,φοβεροὶ μὲν ἰδεῖν, δεινοὶ δὲ μάχηνψυχῆς εὐτλήμονι δόξῃ·Ἀρτεμβάρης θʼ ἱππιοχάρμηςκαὶ Μασίστρης, ὅ τε τοξοδάμαςἐσθλὸς Ἰμαῖος, Φαρανδάκης θʼ,ἵππων τʼ ἐλατὴρ Σοσθάνης.ἄλλους δʼ ὁ μέγας καὶ πολυθρέμμωνΝεῖλος ἔπεμψεν· Σουσισκάνης,Πηγασταγὼν Αἰγυπτογενής,ὅ τε τῆς ἱερᾶς Μέμφιδος ἄρχωνμέγας Ἀρσάμης, τάς τʼ ὠγυγίουςΘήβας ἐφέπων Ἀριόμαρδος,καὶ ἑλειοβάται ναῶν ἐρέταιδεινοὶ πλῆθός τʼ ἀνάριθμοι.