αἰνῶς αἰνῶςἐπὶ γόνυ κέκλιται.ὅδʼ ἐγώ, οἰοῖ, αἰακτὸςμέλεος γέννᾳ γᾷ τε πατρῴᾳκακὸν ἄρʼ ἐγενόμαν.πρόσφθογγόν σοι νόστου τὰνκακοφάτιδα βοάν,κακομέλετον ἰὰνΜαριανδυνοῦ θρηνητῆροςπέμψω πέμψω,πολύδακρυν ἰαχάν.ἵετʼ αἰανῆ καὶ πάνδυρτονδύσθροον αὐδάν. δαίμων γὰρ ὅδʼ αὖμετάτροπος ἐπʼ ἐμοί.ἥσω τοι τὰν πάνδυρτον,σὰ πάθη τε σέβωνἁλίτυπά τε βάρη,πόλεως γέννας πενθητῆρος·κλάγξω κλάγξωδὲ γόον ἀρίδακρυν.Ἰάνων γὰρ ἀπηύρα,Ἰάνων ναύφρακτοςἌρης ἑτεραλκὴςνυχίαν πλάκα κερσάμενοςδυσδαίμονά τʼ ἀκτάν.οἰοιοῖ βόα καὶ πάντʼ ἐκπεύθου.—ποῦ δὲ φίλων ἄλλος ὄχλος,ποῦ δέ σοι παραστάται,οἷος ἦν Φαρανδάκης,Σούσας, Πελάγων, καὶ Δοτάμας, ἠδʼ Ἀ-γδαβάτας, Ψάμμις, Σουσισκάνης τʼἈγβάτανα λιπών;ὀλοοὺς ἀπέλειπονΤυρίας ἐκ ναὸςἔρροντας ἐπʼ ἀκταῖςΣαλαμινιάσι στυφελοῦθείνοντας ἐπʼ ἀκτᾶς.οἰοιοῖ, βόα· ποῦ σοι ΦαρνοῦχοςἈριόμαρδός τʼ ἀγαθός,ποῦ δὲ Σευάλκης ἄναξ,