ἐκράτυνε μεσάκτους,Λῆμνον, Ἰκάρου θʼ ἕδος,καὶ Ῥόδον ἠδὲ ΚνίδονΚυπρίας τε πόλεις, Πάφον,ἠδὲ Σόλους, Σαλαμῖνά τε,τᾶς νῦν ματρόπολις τῶνδʼαἰτία στεναγμῶν.καὶ τὰς εὐκτεάνους κατὰκλῆρον Ἰαόνιον πολυάνδρουςἙλλάνων ἐκράτει σφετέραις φρεσίν.ἀκάματον δὲ παρῆν σθένοςἀνδρῶν τευχηστήρωνπαμμίκτων τʼ ἐπικούρων.νῦν δʼ οὐκ ἀμφιλόγωςθεότρεπτα τάδʼ αὖφέρομεν πολέμοισιδμαθέντες μεγάλωςπλαγαῖσι ποντίαισιν.ἰώ,δύστηνος ἐγὼ στυγερᾶς μοίραςτῆσδε κυρήσας ἀτεκμαρτοτάτης,ὡς ὠμοφρόνως δαίμων ἐνέβηΠερσῶν γενεᾷ· τί πάθω τλήμων;λέλυται γὰρ ἐμοὶ γυίων ῥώμητήνδʼ ἡλικίαν ἐσιδόντʼ ἀστῶν.εἴθʼ ὄφελεν, Ζεῦ, κἀμὲ μετʼ ἀνδρῶντῶν οἰχομένωνθανάτου κατὰ μοῖρα καλύψαι.ὀτοτοῖ, βασιλεῦ, στρατιᾶς ἀγαθῆςκαὶ περσονόμου τιμῆς μεγάλης,κόσμου τʼ ἀνδρῶν,οὓς νῦν δαίμων ἐπέκειρεν.γᾶ δʼ αἰάζει τὰν ἐγγαίανἥβαν Ξέρξᾳ κταμέναν Ἅιδουσάκτορι Περσᾶν. ᾁδοβάται γὰρπολλοὶ φῶτες, χώρας ἄνθος,τοξοδάμαντες, πάνυ ταρφύς τιςμυριὰς ἀνδρῶν, ἐξέφθινται.αἰαῖ αἰαῖ κεδνᾶς ἀλκᾶς.Ἀσία δὲ χθών, βασιλεῦ γαίας,