ὦ δαῖμον, ὥς με πόλλʼ ἐσέρχεται κακὰἄλγη, μάλιστα δʼ ἥδε συμφορὰ δάκνει,ἀτιμίαν γε παιδὸς ἀμφὶ σώματιἐσθημάτων κλύουσαν, ἥ νιν ἀμπέχει.ἀλλʼ εἶμι, καὶ λαβοῦσα κόσμον ἐκ δόμωνὑπαντιάζειν παιδί μου πειράσομαι.οὐ γὰρ τὰ φίλτατʼ ἐν κακοῖς προδώσομεν.ὦ πόποι ἦ μεγάλας ἀγαθᾶς τε πο-λισσονόμου βιοτᾶς ἐπεκύρσαμεν,εὖθʼ ὁ γηραιὸςπανταρκὴς ἀκάκαςἄμαχος βασιλεὺςἰσόθεος Δαρεῖος ἆρχε χώρας.πρῶτα μὲν εὐδοκίμους στρατιὰς ἀπε-φαινόμεθʼ, ἠδὲ νομίσματα πύργιναπάντʼ ἐπηύθυνε,νόστοι δʼ ἐκ πολέμωνἀπόνους ἀπαθεῖςἀνέρας εὖ πράσσοντας ἆγον οἴκους.ὅσσας δʼ εἷλε πόλεις πόρονοὐ διαβὰς Ἅλυος ποταμοῖο,οὐδʼ ἀφʼ ἑστίας συθείς,οἷαι Στρυμονίου πελά-γους Ἀχελωίδες εἰσὶ πάροικοιΘρῃκίων ἐπαύλων,λίμνας τʼ ἔκτοθεν αἳ κατὰχέρσον ἐληλαμέναι πέρι πύργοντοῦδʼ ἄνακτος ἄιον,Ἕλλας τʼ ἀμφὶ πόρον πλατὺνεὐχόμεναι, μυχία τε Προποντίς,καὶ στόμωμα Πόντου·νᾶσοί θʼ αἳ κατὰ πρῶνʼἅλιον περίκλυστοιτᾷδε γᾷ προσήμεναιοἵα Λέσβος ἐλαι-όφυτός τε Σάμος, Χίοςἠδὲ Πάρος, Νάξος, Μύκο-νος, Τήνῳ τε συνάπτουσʼἈνδρος ἀγχιγείτων,καὶ τὰς ἀγχιάλους