μίμνουσι δʼ ἔνθα πεδίον Ἀσωπὸς ῥοαῖςἄρδει, φίλον πίασμα Βοιωτῶν χθονί·οὗ σφιν κακῶν ὕψιστʼ ἐπαμμένει παθεῖν,ὕβρεως ἄποινα κἀθέων φρονημάτων·οἳ γῆν μολόντες Ἑλλάδʼ οὐ θεῶν βρέτηᾐδοῦντο συλᾶν οὐδὲ πιμπράναι νεώς·βωμοὶ δʼ ἄιστοι, δαιμόνων θʼ ἱδρύματαπρόρριζα φύρδην ἐξανέστραπται βάθρων.τοιγὰρ κακῶς δράσαντες οὐκ ἐλάσσοναπάσχουσι, τὰ δὲ μέλλουσι, κοὐδέπω κακῶνκρηνὶς ἀπέσβηκʼ ἀλλʼ ἔτʼ ἐκπιδύεται.τόσος γὰρ ἔσται πέλανος αἱματοσφαγὴςπρὸς γῇ Πλαταιῶν Δωρίδος λόγχης ὕπο·θῖνες νεκρῶν δὲ καὶ τριτοσπόρῳ γονῇἄφωνα σημανοῦσιν ὄμμασιν βροτῶνὡς οὐχ ὑπέρφευ θνητὸν ὄντα χρὴ φρονεῖν.ὕβρις γὰρ ἐξανθοῦσʼ ἐκάρπωσεν στάχυνἄτης, ὅθεν πάγκλαυτον ἐξαμᾷ θέρος.τοιαῦθʼ ὁρῶντες τῶνδε τἀπιτίμιαμέμνησθʼ Ἀθηνῶν Ἑλλάδος τε, μηδέ τιςὑπερφρονήσας τὸν παρόντα δαίμοναἄλλων ἐρασθεὶς ὄλβον ἐκχέῃ μέγαν.Ζεύς τοι κολαστὴς τῶν ὑπερκόμπων ἄγανφρονημάτων ἔπεστιν, εὔθυνος βαρύς.πρὸς ταῦτʼ ἐκεῖνον, σωφρονεῖν κεχρημένον,πινύσκετʼ εὐλόγοισι νουθετήμασιν,λῆξαι θεοβλαβοῦνθʼ ὑπερκόμπῳ θράσει.σὺ δʼ, ὦ γεραιὰ μῆτερ ἡ Ξέρξου φίλη,ἐλθοῦσʼ ἐς οἴκους κόσμον ὅστις εὐπρεπὴςλαβοῦσʼ ὑπαντίαζε παιδί. πάντα γὰρκακῶν ὑπʼ ἄλγους λακίδες ἀμφὶ σώματιστημορραγοῦσι ποικίλων ἐσθημάτων.ἀλλʼ αὐτὸν εὐφρόνως σὺ πράυνον λόγοις·μόνης γάρ, οἶδα, σοῦ κλύων ἀνέξεται.ἐγὼ δʼ ἄπειμι γῆς ὑπὸ ζόφον κάτω.ὑμεῖς δέ, πρέσβεις, χαίρετʼ, ἐν κακοῖς ὅμωςψυχῇ διδόντες ἡδονὴν καθʼ ἡμέραν,ὡς τοῖς θανοῦσι πλοῦτος οὐδὲν ὠφελεῖ.ἦ πολλὰ καὶ παρόντα καὶ μέλλοντʼ ἔτιἤλγησʼ ἀκούσας βαρβάροισι πήματα.