κυάνεον δʼ ὄμμασι λεύσσωνφονίου δέργμα δράκοντος,πολύχειρ καὶ πολυναύτας,Σύριόν θʼ ἅρμα διώκων,ἐπάγει δουρικλύτοις ἀν-δράσι τοξόδαμνον Ἄρη.δόκιμος δʼ οὔτις ὑποστὰςμεγάλῳ ῥεύματι φωτῶνἐχυροῖς ἕρκεσιν εἴργεινἄμαχον κῦμα θαλάσσας·ἀπρόσοιστος γὰρ ὁ Περσᾶνστρατὸς ἀλκίφρων τε λαός.θεόθεν γὰρ κατὰ Μοῖρʼἐκράτησεν τὸ παλαι-όν, ἐπέσκηψε δὲ Πέρσαιςπολέμους πυργοδαΐκτουςδιέπειν ἱππιοχάρμαςτε κλόνουςπόλεών τʼ ἀναστάσεις.ἔμαθον δʼ εὐρυπόροι-ο θαλάσσας πολιαι-νομένας πνεύματι λάβρῳἐσορᾶν πόντιον ἄλσος,πίσυνοι λεπτοδόμοις πεί-σμασι λα-οπόροις τε μαχαναῖς.δολόμητιν δʼ ἀπάταν θεοῦτίς ἀνὴρ θνατὸς ἀλύξει;τίς ὁ κραιπνῷ ποδὶ πήδη-μα τόδʼ εὐπετῶς ἀνᾴσσων;φιλόφρων γὰρ παρασαίνειβροτὸν εἰς ἄρκυας Ἄτα,τόθεν οὐκ ἔστιν ὕπερθέννιν ἄνατον ἐξαλύξαι.ταῦτά μοι μελαγχίτωνφρὴν ἀμύσσεται φόβῳ,ὀᾶ, Περσικοῦ στρατεύματοςτοῦδε, μὴ πόλις πύθη-ται κένανδρον μέγʼ ἄστυ Σουσίδος,καὶ τὸ Κισσίων πόλισμʼ