ἀντίδουπον ᾄσεται,ὀᾶ, τοῦτʼ ἔπος γυναικοπλη-θὴς ὅμιλος ἀπύων,βυσσίνοις δʼ ἐν πέπλοις πέσῃ λακίς.πᾶς γὰρ ἱππηλάταςκαὶ πεδοστιβὴς λεὼςσμῆνος ὣς ἐκλέλοιπεν μελισ-σᾶν σὺν ὀρχάμῳ στρατοῦ,τὸν ἀμφίζευκτον ἐξαμείψαςἀμφοτέρας ἅλιονπρῶνα κοινὸν αἴας.λέκτρα δʼ ἀνδρῶν πόθῳπίμπλαται δακρύμασιν·Περσίδες δʼ ἁβροπενθεῖς ἑκά-στα πόθῳ φιλάνοριτὸν αἰχμάεντα θοῦρον εὐνα-τῆρʼ ἀποπεμψαμέναλείπεται μονόζυξ.ἀλλʼ ἄγε, Πέρσαι, τόδʼ ἐνεζόμενοιστέγος ἀρχαῖον,φροντίδα κεδνὴν καὶ βαθύβουλονθώμεθα, χρεία δὲ προσήκει,πῶς ἄρα πράσσει Ξέρξης βασιλεὺςΔαρειογενής,τὸ πατρωνύμιον γένος ἡμέτερον·πότερον τόξου ῥῦμα τὸ νικῶν,ἢ δορικράνουλόγχης ἰσχὺς κεκράτηκεν.ἀλλʼ ἥδε θεῶν ἴσον ὀφθαλμοῖςφάος ὁρμᾶται μήτηρ βασιλέως,βασίλεια δʼ ἐμή· προσπίτνω·καὶ προσφθόγγοις δὲ χρεὼν αὐτὴνπάντας μύθοισι προσαυδᾶν.ὦ βαθυζώνων ἄνασσα Περσίδων ὑπερτάτη,μῆτερ ἡ Ξέρξου γεραιά, χαῖρε, Δαρείου γύναι·θεοῦ μὲν εὐνάτειρα Περσῶν, θεοῦ δὲ καὶ μήτηρ ἔφυς,εἴ τι μὴ δαίμων παλαιὸς νῦν μεθέστηκε στρατῷ.ταῦτα δὴ λιποῦσʼ ἱκάνω χρυσεοστόλμους δόμουςκαὶ τὸ Δαρείου τε κἀμὸν κοινὸν εὐνατήριον.κἀμὲ καρδίαν ἀμύσσει φροντίς· ἐς δʼ ὑμᾶς ἐρῶ