ἁβροδιαίτων δʼ ἕπεται Λυδῶνὄχλος, οἵ τʼ ἐπίπαν ἠπειρογενὲςκατέχουσιν ἔθνος, τοὺς ΜητρογαθὴςἈρκτεύς τʼ ἀγαθός, βασιλῆς δίοποι,καὶ πολύχρυσοι Σάρδεις ἐπόχουςπολλοῖς ἅρμασιν ἐξορμῶσιν,δίρρυμά τε καὶ τρίρρυμα τέλη,φοβερὰν ὄψιν προσιδέσθαι.στεῦται δʼ ἱεροῦ Τμώλου πελάταιζυγὸν ἀμφιβαλεῖν δούλιον Ἑλλάδι,Μάρδων, Θάρυβις, λόγχης ἄκμονες,καὶ ἀκοντισταὶ Μυσοί· Βαβυλὼν δʼἡ πολύχρυσος πάμμικτον ὄχλονπέμπει σύρδην, ναῶν τʼ ἐπόχουςκαὶ τοξουλκῷ λήματι πιστούς·τὸ μαχαιροφόρον τʼ ἔθνος ἐκ πάσηςἈσίας ἕπεταιδειναῖς βασιλέως ὑπὸ πομπαῖς.τοιόνδʼ ἄνθος Περσίδος αἴαςοἴχεται ἀνδρῶν,οὓς πέρι πᾶσα χθὼν Ἀσιῆτιςθρέψασα πόθῳ στένεται μαλερῷ,τοκέες τʼ ἄλοχοί θʼ ἡμερολεγδὸντείνοντα χρόνον τρομέονται.πεπέρακεν μὲν ὁ περσέπτολις ἤδηβασίλειος στρατὸς εἰς ἀν-τίπορον γείτονα χώραν,λινοδέσμῳ σχεδίᾳ πορθ-μὸν ἀμείψαςἈθαμαντίδος Ἕλλας,πολύγομφον ὅδισμαζυγὸν ἀμφιβαλὼν αὐχένι πόντου.πολυάνδρου δʼ Ἀσίας θούριος ἄρχωνἐπὶ πᾶσαν χθόνα ποιμα-νόριον θεῖον ἐλαύνειδιχόθεν, πεζονόμον τʼ ἔκτε θαλάσσας,ἐχυροῖσι πεποιθὼςστυφελοῖς ἐφέταις, χρυ-σογόνου γενεᾶς ἰσόθεος φώς.