Μῆδος γὰρ ἦν ὁ πρῶτος ἡγεμὼν στρατοῦ·ἄλλος δʼ ἐκείνου παῖς τόδʼ ἔργον ἤνυσεν·φρένες γὰρ αὐτοῦ θυμὸν ᾠακοστρόφουν.τρίτος δʼ ἀπʼ αὐτοῦ Κῦρος, εὐδαίμων ἀνήρ,ἄρξας ἔθηκε πᾶσιν εἰρήνην φίλοις·Λυδῶν δὲ λαὸν καὶ Φρυγῶν ἐκτήσατο,Ἰωνίαν τε πᾶσαν ἤλασεν βίᾳ.θεὸς γὰρ οὐκ ἤχθηρεν, ὡς εὔφρων ἔφυ.Κύρου δὲ παῖς τέταρτος ηὔθυνε στρατόν.πέμπτος δὲ Μάρδος ἦρξεν, αἰσχύνη πάτρᾳθρόνοισί τʼ ἀρχαίοισι· τὸν δὲ σὺν δόλῳἈρταφρένης ἔκτεινεν ἐσθλὸς ἐν δόμοις,ξὺν ἀνδράσιν φίλοισιν, οἷς τόδʼ ἦν χρέος.ἕκτος δὲ Μάραφις, ἕβδομος δʼ Ἀρταφρένης.κἀγὼ πάλου τʼ ἔκυρσα τοῦπερ ἤθελον,κἀπεστράτευσα πολλὰ σὺν πολλῷ στρατῷ·ἀλλʼ οὐ κακὸν τοσόνδε προσέβαλον πόλει.Ξέρξης δʼ ἐμὸς παῖς ὢν νέος νέα φρονεῖ,κοὐ μνημονεύει τὰς ἐμὰς ἐπιστολάς·εὖ γὰρ σαφῶς τόδʼ ἴστʼ, ἐμοὶ ξυνήλικες,ἅπαντες ἡμεῖς, οἳ κράτη τάδʼ ἔσχομεν,οὐκ ἂν φανεῖμεν πήματʼ ἔρξαντες τόσα.τί οὖν, ἄναξ Δαρεῖε, ποῖ καταστρέφειςλόγων τελευτήν; πῶς ἂν ἐκ τούτων ἔτιπράσσοιμεν ὡς ἄριστα Περσικὸς λεώς;εἰ μὴ στρατεύοισθʼ ἐς τὸν Ἑλλήνων τόπον,μηδʼ εἰ στράτευμα πλεῖον τὸ Μηδικόν.αὐτὴ γὰρ ἡ γῆ ξύμμαχος κείνοις πέλει.πῶς τοῦτʼ ἔλεξας, τίνι τρόπῳ δὲ συμμαχεῖ;κτείνουσα λιμῷ τοὺς ὑπερπόλλους ἄγαν.ἀλλʼ εὐσταλῆ τοι λεκτὸν ἀροῦμεν στόλον.ἀλλʼ οὐδʼ ὁ μείνας νῦν ἐν Ἑλλάδος τόποιςστρατὸς κυρήσει νοστίμου σωτηρίας.πῶς εἶπας; οὐ γὰρ πᾶν στράτευμα βαρβάρωνπερᾷ τὸν Ἕλλης πορθμὸν Εὐρώπης ἄπο;παῦροι γε πολλῶν, εἴ τι πιστεῦσαι θεῶνχρὴ θεσφάτοισιν, ἐς τὰ νῦν πεπραγμέναβλέψαντα· συμβαίνει γὰρ οὐ τὰ μέν, τὰ δʼ οὔ.κεἴπερ τάδʼ ἐστί, πλῆθος ἔκκριτον στρατοῦλείπει κεναῖσιν ἐλπίσιν πεπεισμένος.