φεῦ, μέγας τις ἦλθε δαίμων, ὥστε μὴ φρονεῖν καλῶς.ὡς ἰδεῖν τέλος πάρεστιν οἷον ἤνυσεν κακόν.καὶ τί δὴ πράξασιν αὐτοῖς ὧδʼ ἐπιστενάζετε;ναυτικὸς στρατὸς κακωθεὶς πεζὸν ὤλεσε στρατόν.ὧδε παμπήδην δὲ λαὸς πᾶς κατέφθαρται δορί;πρὸς τάδʼ ὡς Σούσων μὲν ἄστυ πᾶν κενανδρίαν στένει.ὦ πόποι κεδνῆς ἀρωγῆς κἀπικουρίας στρατοῦ.Βακτρίων δʼ ἔρρει πανώλης δῆμος, οὐδέ τις γέρων.ὦ μέλεος, οἵαν ἄρʼ ἥβην ξυμμάχων ἀπώλεσεν.μονάδα δὲ Ξέρξην ἔρημόν φασιν οὐ πολλῶν μέτα—πῶς τε δὴ καὶ ποῖ τελευτᾶν; ἔστι τις σωτηρία;ἄσμενον μολεῖν γέφυραν γαῖν δυοῖν ζευκτηρίαν.καὶ πρὸς ἤπειρον σεσῶσθαι τήνδε, τοῦτʼ ἐτήτυμον;ναί· λόγος κρατεῖ σαφηνὴς τοῦτό γʼ, οὐδʼ ἔνι στάσις.φεῦ, ταχεῖά γʼ ἦλθε χρησμῶν πρᾶξις, ἐς δὲ παῖδʼ ἐμὸνΖεὺς ἀπέσκηψεν τελευτὴν θεσφάτων· ἐγὼ δέ πουδιὰ μακροῦ χρόνου τάδʼ ηὔχουν ἐκτελευτήσειν θεούς·ἀλλʼ ὅταν σπεύδῃ τις αὐτός, χὠ θεὸς συνάπτεται.νῦν κακῶν ἔοικε πηγὴ πᾶσιν ηὑρῆσθαι φίλοις.παῖς δʼ ἐμὸς τάδʼ οὐ κατειδὼς ἤνυσεν νέῳ θράσει·ὅστις Ἑλλήσποντον ἱρὸν δοῦλον ὣς δεσμώμασινἤλπισε σχήσειν ῥέοντα, Βόσπορον ῥόον θεοῦ·καὶ πόρον μετερρύθμιζε, καὶ πέδαις σφυρηλάτοιςπεριβαλὼν πολλὴν κέλευθον ἤνυσεν πολλῷ στρατῷ,θνητὸς ὢν θεῶν τε πάντων ᾤετʼ, οὐκ εὐβουλίᾳ,καὶ Ποσειδῶνος κρατήσειν. πῶς τάδʼ οὐ νόσος φρενῶνεἶχε παῖδʼ ἐμόν; δέδοικα μὴ πολὺς πλούτου πόνοςοὑμὸς ἀνθρώποις γένηται τοῦ φθάσαντος ἁρπαγή.ταῦτά τοι κακοῖς ὁμιλῶν ἀνδράσιν διδάσκεταιθούριος Ξέρξης· λέγουσι δʼ ὡς σὺ μὲν μέγαν τέκνοιςπλοῦτον ἐκτήσω ξὺν αἰχμῇ, τὸν δʼ ἀνανδρίας ὕποἔνδον αἰχμάζειν, πατρῷον δʼ ὄλβον οὐδὲν αὐξάνειν.τοιάδʼ ἐξ ἀνδρῶν ὀνείδη πολλάκις κλύων κακῶντήνδʼ ἐβούλευσεν κέλευθον καὶ στράτευμʼ ἐφʼ Ἑλλάδα.τοιγάρ σφιν ἔργον ἐστὶν ἐξειργασμένονμέγιστον, ἀείμνηστον, οἷον οὐδέπωτόδʼ ἄστυ Σούσων ἐξεκείνωσεν πεσόν,ἐξ οὗτε τιμὴν Ζεὺς ἄναξ τήνδʼ ὤπασεν,ἕνʼ ἄνδρʼ ἁπάσης Ἀσίδος μηλοτρόφουταγεῖν, ἔχοντα σκῆπτρον εὐθυντήριον.