ταρβῶ, χοὰς δὲ πρευμενὴς ἐδεξάμην.ὑμεῖς δὲ θρηνεῖτʼ ἐγγὺς ἑστῶτες τάφουκαὶ ψυχαγωγοῖς ὀρθιάζοντες γόοιςοἰκτρῶς καλεῖσθέ μʼ· ἐστὶ δʼ οὐκ εὐέξοδον,ἄλλως τε πάντως χοἰ κατὰ χθονὸς θεοὶλαβεῖν ἀμείνους εἰσὶν ἢ μεθιέναι.ὅμως δʼ ἐκείνοις ἐνδυναστεύσας ἐγὼἥκω. τάχυνε δʼ ὡς ἄμεμπτος ὦ χρόνου.τί ἐστι Πέρσαις νεοχμὸν ἐμβριθὲς κακόν·σέβομαι μὲν προσιδέσθαι,σέβομαι δʼ ἀντία λέξαισέθεν ἀρχαίῳ περὶ τάρβει.ἀλλʼ ἐπεὶ κάτωθεν ἦλθον σοῖς γόοις πεπεισμένος,μή τι μακιστῆρα μῦθον, ἀλλὰ σύντομον λέγωνεἰπὲ καὶ πέραινε πάντα, τὴν ἐμὴν αἰδῶ μεθείς.δίεμαι μὲν χαρίσασθαι,δίεμαι δʼ ἀντία φάσθαι,λέξας δύσλεκτα φίλοισιν.ἀλλʼ ἐπεὶ δέος παλαιὸν σοὶ φρενῶν ἀνθίσταται,τῶν ἐμῶν λέκτρων γεραιὰ ξύννομʼ εὐγενὲς γύναι,κλαυμάτων λήξασα τῶνδε καὶ γόων σαφές τί μοιλέξον· ἀνθρώπεια δʼ ἄν τοι πήματʼ ἂν τύχοι βροτοῖς.πολλὰ μὲν γὰρ ἐκ θαλάσσης, πολλὰ δʼ ἐκ χέρσου κακὰγίγνεται θνητοῖς, ὁ μάσσων βίοτος ἢν ταθῇ, πρόσω.ὦ βροτῶν πάντων ὑπερσχὼν ὄλβον εὐτυχεῖ πότμῳὡς ἕως τʼ ἔλευσσες αὐγὰς ἡλίου ζηλωτὸς ὢνβίοτον εὐαίωνα Πέρσαις ὡς θεὸς διήγαγες,νῦν τέ σε ζηλῶ θανόντα, πρὶν κακῶν ἰδεῖν βάθος.πάντα γάρ, Δαρεῖʼ ἀκούσῃ μῦθον ἐν βραχεῖ χρόνῳ.διαπεπόρθηται τὰ Περσῶν πράγμαθʼ, ὡς εἰπεῖν ἔπος.τίνι τρόπῳ; λοιμοῦ τις ἦλθε σκηπτὸς ἢ στάσις πόλει;οὐδαμῶς· ἀλλʼ ἀμφʼ Ἀθήνας πᾶς κατέφθαρται στρατός.τίς δʼ ἐμῶν ἐκεῖσε παίδων ἐστρατηλάτει; φράσον.θούριος Ξέρξης, κενώσας πᾶσαν ἠπείρου πλάκα.πεζὸς ἢ ναύτης δὲ πεῖραν τήνδʼ ἐμώρανεν τάλας;ἀμφότερα· διπλοῦν μέτωπον ἦν δυοῖν στρατευμάτοιν.πῶς δὲ καὶ στρατὸς τοσόσδε πεζὸς ἤνυσεν περᾶν;μηχαναῖς ἔζευξεν Ἕλλης πορθμόν, ὥστʼ ἔχειν πόρον.καὶ τόδʼ ἐξέπραξεν, ὥστε Βόσπορον κλῇσαι μέγαν·ὧδʼ ἔχει· γνώμης δέ πού τις δαιμόνων ξυνήψατο.