δαίμονα μεγαυχῆἰόντʼ αἰνέσατʼ ἐκ δόμων,Περσᾶν Σουσιγενῆ θεόν·πέμπετε δʼ ἄνω οἷον οὔπωΠερσὶς αἶʼ ἐκάλυψεν.ἦ φίλος ἁνήρ, φίλος ὄχθος·φίλα γὰρ κέκευθεν ἤθη.Ἀιδωνεὺς δʼ ἀναπομ-πὸς ἀνείης, Ἀιδωνεύς,θεῖον ἀνάκτορα Δαριᾶνα. ἠέ.οὐδὲ γὰρ ἄνδρας ποτʼ ἀπώλλυπολεμοφθόροισιν ἄταις,θεομήστωρ δʼ ἐκικλή-σκετο Πέρσαις, θεομήστωρ δʼἔσκεν,ἐπεὶ στρατὸν εὖ ποδούχει. ἠέ.βαλήν, ἀρχαῖος βαλήν,ἴθι, ἱκοῦ·ἔλθʼ ἐπʼ ἄκρον κόρυμβον ὄχθου,κροκόβαπτον ποδὸς εὔμαριν ἀείρων,βασιλείου τιάραςφάλαρον πιφαύσκων.βάσκε πάτερ ἄκακε Δαριάν, οἶ.ὅπως αἰανῆ κλύῃςνέα τʼ ἄχη,δέσποτα δεσπότου φάνηθι.Στυγία γάρ τις ἐπʼ ἀχλὺς πεπόταται·νεολαία γὰρ ἤδηκατὰ πᾶσʼ ὄλωλεν.βάσκε πάτερ ἄκακε Δαριάν, οἶ.αἰαῖ αἰαῖ·ὦ πολύκλαυτε φίλοισι θανών,τί τάδε δυνάτα δυνάταπερὶ τᾷ σᾷ δίδυμα διαγόεν ἁμάρτια;πᾶσαι γᾷ τᾷδʼἐξέφθινται τρίσκαλμοινᾶες ἄναες ἄναες.ὦ πιστὰ πιστῶν ἥλικές θʼ ἥβης ἐμῆςΠέρσαι γεραιοί, τίνα πόλις πονεῖ πόνον;στένει, κέκοπται, καὶ χαράσσεται πέδον.λεύσσων δʼ ἄκοιτιν τὴν ἐμὴν τάφου πέλας