τὸν αὐτὸν αἰεὶ δαίμονʼ οὐριεῖν τύχην.ἐμοὶ γὰρ ἤδη πάντα μὲν φόβου πλέαἐν ὄμμασιν τἀνταῖα φαίνεται θεῶν,βοᾷ δʼ ἐν ὠσὶ κέλαδος οὐ παιώνιος·τοία κακῶν ἔκπληξις ἐκφοβεῖ φρένας.τοιγὰρ κέλευθον τήνδʼ ἄνευ τʼ ὀχημάτωνχλιδῆς τε τῆς πάροιθεν ἐκ δόμων πάλινἔστειλα, παιδὸς πατρὶ πρευμενεῖς χοὰςφέρουσʼ, ἅπερ νεκροῖσι μειλικτήρια,βοός τʼ ἀφʼ ἁγνῆς λευκὸν εὔποτον γάλα,τῆς τʼ ἀνθεμουργοῦ στάγμα, παμφαὲς μέλι,λιβάσιν ὑδρηλαῖς παρθένου πηγῆς μέτα,ἀκήρατόν τε μητρὸς ἀγρίας ἄποποτὸν παλαιᾶς ἀμπέλου γάνος τόδε·τῆς τʼ αἰὲν ἐν φύλλοισι θαλλούσης βίονξανθῆς ἐλαίας καρπὸς εὐώδης πάρα,ἄνθη τε πλεκτά, παμφόρου γαίας τέκνα,ἀλλʼ, ὦ φίλοι, χοαῖσι ταῖσδε νερτέρωνὕμνους ἐπευφημεῖτε, τόν τε δαίμοναΔαρεῖον ἀνακαλεῖσθε, γαπότους δʼ ἐγὼτιμὰς προπέμψω τάσδε νερτέροις θεοῖς.βασίλεια γύναι, πρέσβος Πέρσαις,σύ τε πέμπε χοὰς θαλάμους ὑπὸ γῆς,ἡμεῖς θʼ ὕμνοις αἰτησόμεθαφθιμένων πομποὺςεὔφρονας εἶναι κατὰ γαίας.ἀλλά, χθόνιοι δαίμονες ἁγνοί,Γῆ τε καὶ Ἑρμῆ, βασιλεῦ τʼ ἐνέρων,πέμψατʼ ἔνερθεν ψυχὴν ἐς φῶς·εἰ γάρ τι κακῶν ἄκος οἶδε πλέον,μόνος ἂν θνητῶν πέρας εἴποι.ἦ ῥʼ ἀίει μου μακαρίταςἰσοδαίμων βασιλεὺςβάρβαρʼ ἀσαφηνῆἱέντος τὰ παναίολʼ αἰ-ανῆ δύσθροα βάγματʼ, ἢπαντάλανʼ ἄχη διαβοάσω;νέρθεν ἆρα κλύει μου;ἀλλὰ σύ μοι Γᾶ τε καὶ ἄλλοιχθονίων ἁγεμόνες