νᾶες πανωλέθροισιν ἐμβολαῖς,αἵ τʼ Ἰαόνων χέρες.τυτθὰ δʼ ἐκφυγεῖν ἄνακτʼαὐτὸν εἰσακούομενΘρῄκης ἂμ πεδιήρειςδυσχίμους τε κελεύθους.τοὶ δʼ ἄρα πρωτόμοιροι, φεῦ,λειφθέντες πρὸς ἀνάγκας, ἠέ,ἀκτὰς ἀμφὶ Κυχρείας, ὀᾶ,σύρονται· στένε καὶ δακνά-ζου, βαρὺ δʼ ἀμβόασονοὐράνιʼ ἄχη, ὀᾶ·τεῖνε δὲ δυσβάυκτονβοᾶτιν τάλαιναν αὐδάν.γναπτόμενοι δὲ δίνᾳ, φεῦ,σκύλλονται πρὸς ἀναύδων, ἠέ,παίδων τᾶς ἀμιάντου, ὀᾶ.πενθεῖ δʼ ἄνδρα δόμος στερη-θείς τοκέες τʼ ἄπαιδεςδαιμόνιʼ ἄχη, ὀᾶ,δυρόμενοι γέροντεςτὸ πᾶν δὴ κλύουσιν ἄλγος.τοὶ δʼ ἀνὰ γᾶν Ἀσίαν δὴνοὐκέτι περσονομοῦνται,οὐδʼ ἔτι δασμοφοροῦσινδεσποσύνοισιν ἀνάγκαις,οὐδʼ ἐς γᾶν προπίτνοντεςἅζονται· βασιλείαγὰρ διόλωλεν ἰσχύς.οὐδʼ ἔτι γλῶσσα βροτοῖσινἐν φυλακαῖς· λέλυται γὰρλαὸς ἐλεύθερα βάζειν,ὡς ἐλύθη ζυγὸν ἀλκᾶς.αἱμαχθεῖσα δʼ ἄρουρανΑἴαντος περικλύστανᾶσος ἔχει τὰ Περσᾶν.φίλοι, κακῶν μὲν ὅστις ἔμπειρος κυρεῖ,ἐπίσταται βροτοῖσιν ὡς ὅταν κλύδωνκακῶν ἐπέλθῃ πάντα δειμαίνειν φιλεῖ·ὅταν δʼ ὁ δαίμων εὐροῇ, πεποιθέναι