ὑμῶν, θεοῖς μὲν πρῶτον εὔξασθαι θέλω·ἔπειτα Γῇ τε καὶ φθιτοῖς δωρήματαἥξω λαβοῦσα πέλανον ἐξ οἴκων ἐμῶν,—ἐπίσταμαι μὲν ὡς ἐπʼ ἐξειργασμένοις,ἀλλʼ ἐς τὸ λοιπὸν εἴ τι δὴ λῷον πέλοι.ὑμᾶς δὲ χρὴ ʼπὶ τοῖσδε τοῖς πεπραγμένοιςπιστοῖσι πιστὰ ξυμφέρειν βουλεύματα·καὶ παῖδʼ, ἐάν περ δεῦρʼ ἐμοῦ πρόσθεν μόλῃ,παρηγορεῖτε, καὶ προπέμπετʼ ἐς δόμους,μὴ καί τι πρὸς κακοῖσι προσθῆται κακόν.ὦ Ζεῦ βασιλεῦ, νῦν γὰρ Περσῶντῶν μεγαλαύχων καὶ πολυάνδρωνστρατιὰν ὀλέσαςἄστυ τὸ Σούσων ἠδʼ Ἀγβατάνωνπένθει δνοφερῷ κατέκρυψας·πολλαὶ δʼ ἀταλαῖς χερσὶ καλύπτραςκατερεικόμεναιδιαμυδαλέοις δάκρυσι κόλπουςτέγγουσʼ, ἄλγους μετέχουσαι.αἱ δʼ ἁβρόγοοι Περσίδες ἀνδρῶνποθέουσαι ἰδεῖν ἀρτιζυγίαν,λέκτρων εὐνὰς ἁβροχίτωνας,χλιδανῆς ἥβης τέρψιν, ἀφεῖσαι,πενθοῦσι γόοις ἀκορεστοτάτοις.κἀγὼ δὲ μόρον τῶν οἰχομένωναἴρω δοκίμως πολυπενθῆ.νῦν γὰρ δὴ πρόπασα μὲν στένει γαῖʼἈσιὰς ἐκκενουμένα.Ξέρξης μὲν ἄγαγεν, ποποῖ,Ξέρξης δʼ ἀπώλεσεν, τοτοῖ,Ξέρξης δὲ πάντʼ ἐπέσπε δυσφρόνωςβαρίδεσσι ποντίαις.τίπτε Δαρεῖος μὲν οὕ-τω τότʼ ἀβλαβὴς ἐπῆντόξαρχος πολιήταις,Σουσίδαις φίλος ἄκτωρ;πεζούς τε γὰρ καὶ θαλασσίουςλινόπτεροι κυανώπιδεςνᾶες μὲν ἄγαγον, ποποῖ,νᾶες δʼ ἀπώλεσαν, τοτοῖ,