στρατὸς δʼ ὁ λοιπὸς ἔν τε Βοιωτῶν χθονὶδιώλλυθʼ, οἱ μὲν ἀμφὶ κρηναῖον γάνοςδίψῃ πονοῦντες, οἱ δʼ ὑπʼ ἄσθματος κενοὶδιεκπερῶμεν ἔς τε Φωκέων χθόνακαὶ Δωρίδʼ αἶαν, Μηλιᾶ τε κόλπον, οὗΣπερχειὸς ἄρδει πεδίον εὐμενεῖ ποτῷ·κἀντεῦθεν ἡμᾶς γῆς Ἀχαιίδος πέδονκαὶ Θεσσαλῶν πόλεις ὑπεσπανισμένουςβορᾶς ἐδέξαντʼ· ἔνθα δὴ πλεῖστοι ʼθάνονδίψῃ τε λιμῷ τʼ· ἀμφότερα γὰρ ἦν τάδε.Μαγνητικὴν δὲ γαῖαν ἔς τε Μακεδόνωνχώραν ἀφικόμεσθʼ, ἐπʼ Ἀξίου πόρον,Βόλβης θʼ ἕλειον δόνακα, Πάγγαιόν τʼ ὄρος,Ἠδωνίδʼ αἶαν· νυκτὶ δʼ ἐν ταύτῃ θεὸςχειμῶνʼ ἄωρον ὦρσε, πήγνυσιν δὲ πᾶνῥέεθρον ἁγνοῦ Στρυμόνος. θεοὺς δέ τιςτὸ πρὶν νομίζων οὐδαμοῦ τότʼ ηὔχετολιταῖσι, γαῖαν οὐρανόν τε προσκυνῶν.ἐπεὶ δὲ πολλὰ θεοκλυτῶν ἐπαύσατοστρατός, περᾷ κρυσταλλοπῆγα διὰ πόρον·χὤστις μὲν ἡμῶν πρὶν σκεδασθῆναι θεοῦἀκτῖνας ὡρμήθη, σεσωσμένος κυρεῖ.φλέγων γὰρ αὐγαῖς λαμπρὸς ἡλίου κύκλοςμέσον πόρον διῆκε, θερμαίνων φλογί.πῖπτον δʼ ἐπʼ ἀλλήλοισιν· ηὐτύχει δέ τοιὅστις τάχιστα πνεῦμʼ ἀπέρρηξεν βίου.ὅσοι δὲ λοιποὶ κἄτυχον σωτηρίας,Θρῄκην περάσαντες μόγις πολλῷ πόνῳ,ἥκουσιν ἐκφυγόντες, οὐ πολλοί τινες,ἐφʼ ἑστιοῦχον γαῖαν· ὡς στένειν πόλινΠερσῶν, ποθοῦσαν φιλτάτην ἥβην χθονός.ταῦτʼ ἔστʼ ἀληθῆ· πολλὰ δʼ ἐκλείπω λέγωνκακῶν ἃ Πέρσαις ἐγκατέσκηψεν θεός.ὦ δυσπόνητε δαῖμον, ὡς ἄγαν βαρὺςποδοῖν ἐνήλου παντὶ Περσικῷ γένει.οἲ ʼγὼ τάλαινα διαπεπραγμένου στρατοῦ·ὦ νυκτὸς ὄψις ἐμφανὴς ἐνυπνίων,ὡς κάρτα μοι σαφῶς ἐδήλωσας κακά.ὑμεῖς δὲ φαύλως αὔτʼ ἄγαν ἐκρίνατε.ὅμως δʼ, ἐπειδὴ τῇδʼ ἐκύρωσεν φάτις