ψυχήν τʼ ἄριστοι κεὐγένειαν ἐκπρεπεῖς,αὐτῷ τʼ ἄνακτι πίστιν ἐν πρώτοις ἀεί,τεθνᾶσιν αἰσχρῶς δυσκλεεστάτῳ μόρῳ.οἲ ʼγὼ τάλαινα συμφορᾶς κακῆς, φίλοι.ποίῳ μόρῳ δὲ τούσδε φὴς ὀλωλέναι;νῆσός τις ἔστι πρόσθε Σαλαμῖνος τόπων,βαιά, δύσορμος ναυσίν, ἣν ὁ φιλόχοροςΠὰν ἐμβατεύει, ποντίας ἀκτῆς ἔπι.ἐνταῦθα πέμπει τούσδʼ, ὅπως, ὅταν νεῶνφθαρέντες ἐχθροὶ νῆσον ἐκσῳζοίατο,κτείνοιεν εὐχείρωτον Ἑλλήνων στρατόν,φίλους δʼ ὑπεκσῴζοιεν ἐναλίων πόρων,κακῶς τὸ μέλλον ἱστορῶν. ὡς γὰρ θεὸςναῶν ἔδωκε κῦδος Ἕλλησιν μάχης,αὐθημερὸν φράξαντες εὐχάλκοις δέμαςὅπλοισι ναῶν ἐξέθρῳσκον· ἀμφὶ δὲκυκλοῦντο πᾶσαν νῆσον, ὥστʼ ἀμηχανεῖνὅποι τράποιντο. πολλὰ μὲν γὰρ ἐκ χερῶνπέτροισιν ἠράσσοντο, τοξικῆς τʼ ἄποθώμιγγος ἰοὶ προσπίτνοντές ὤλλυσαν·τέλος δʼ ἐφορμηθέντες ἐξ ἑνὸς ῥόθουπαίουσι, κρεοκοποῦσι δυστήνων μέλη,ἕως ἁπάντων ἐξαπέφθειραν βίον.Ξέρξης δʼ ἀνῴμωξεν κακῶν ὁρῶν βάθος·ἕδραν γὰρ εἶχε παντὸς εὐαγῆ στρατοῦ,ὑψηλὸν ὄχθον ἄγχι πελαγίας ἁλός·ῥήξας δὲ πέπλους κἀνακωκύσας λιγύ,πεζῷ παραγγείλας ἄφαρ στρατεύματι,ἵησʼ ἀκόσμῳ ξὺν φυγῇ. τοιάνδε σοιπρὸς τῇ πάροιθε συμφορὰν πάρα στένειν.ὦ στυγνὲ δαῖμον, ὡς ἄρʼ ἔψευσας φρενῶνΠέρσας· πικρὰν δὲ παῖς ἐμὸς τιμωρίανκλεινῶν Ἀθηνῶν ηὗρε, κοὐκ ἀπήρκεσανοὓς πρόσθε Μαραθὼν βαρβάρων ἀπώλεσεν·ὧν ἀντίποινα παῖς ἐμὸς πράξειν δοκῶντοσόνδε πλῆθος πημάτων ἐπέσπασεν.σὺ δʼ εἰπέ, ναῶν αἳ πεφεύγασιν μόρον,ποῦ τάσδʼ ἔλειπες· οἶσθα σημῆναι τορῶς;ναῶν γε ταγοὶ τῶν λελειμμένων σύδηνκατʼ οὖρον οὐκ εὔκοσμον αἴρονται φυγήν·