πολλὴν βοήν, ὦ παῖδες Ἑλλήνων ἴτε,ἐλευθεροῦτε πατρίδʼ, ἐλευθεροῦτε δὲπαῖδας, γυναῖκας, θεῶν τέ πατρῴων ἕδη,θήκας τε προγόνων· νῦν ὑπὲρ πάντων ἀγών.καὶ μὴν παρʼ ἡμῶν Περσίδος γλώσσης ῥόθοςὑπηντίαζε, κοὐκέτʼ ἦν μέλλειν ἀκμή.εὐθὺς δὲ ναῦς ἐν νηὶ χαλκήρη στόλονἔπαισεν· ἦρξε δʼ ἐμβολῆς Ἑλληνικὴναῦς, κἀποθραύει πάντα Φοινίσσης νεὼςκόρυμβʼ, ἐπʼ ἄλλην δʼ ἄλλος ηὔθυνεν δόρυ.τὰ πρῶτα μέν νυν ῥεῦμα Περσικοῦ στρατοῦἀντεῖχεν· ὡς δὲ πλῆθος ἐν στενῷ νεῶνἤθροιστʼ ἀρωγὴ δʼ οὔτις ἀλλήλοις παρῆν,αὐτοὶ δʼ ὑφʼ αὑτῶν ἐμβόλοις χαλκοστόμοιςπαίοντʼ, ἔθραυον πάντα κωπήρη στόλον,Ἑλληνικαί τε νῆες οὐκ ἀφρασμόνωςκύκλῳ πέριξ ἔθεινον, ὑπτιοῦτο δὲσκάφη νεῶν, θάλασσα δʼ οὐκέτʼ ἦν ἰδεῖν,ναυαγίων πλήθουσα καὶ φόνου βροτῶν.ἀκταὶ δὲ νεκρῶν χοιράδες τʼ ἐπλήθυον,φυγῇ δʼ ἀκόσμῳ πᾶσα ναῦς ἠρέσσετο,ὅσαιπερ ἦσαν βαρβάρου στρατεύματος.τοὶ δʼ ὥστε θύννους ἤ τινʼ ἰχθύων βόλονἀγαῖσι κωπῶν θραύμασίν τʼ ἐρειπίωνἔπαιον, ἐρράχιζον· οἰμωγὴ δʼ ὁμοῦκωκύμασιν κατεῖχε πελαγίαν ἅλα,ἕως κελαινῆς νυκτὸς ὄμμʼ ἀφείλετο.κακῶν δὲ πλῆθος, οὐδʼ ἂν εἰ δέκʼ ἤματαστοιχηγοροίην, οὐκ ἂν ἐκπλήσαιμί σοι.εὖ γὰρ τόδʼ ἴσθι, μηδάμʼ ἡμέρᾳ μιᾷπλῆθος τοσουτάριθμον ἀνθρώπων θανεῖν.αἰαῖ, κακῶν δὴ πέλαγος ἔρρωγεν μέγαΠέρσαις τε καὶ πρόπαντι βαρβάρων γένει.εὖ νυν τόδʼ ἴσθι, μηδέπω μεσοῦν κακόν·τοιάδʼ ἐπʼ αὐτοῖς ἦλθε συμφορὰ πάθουςὡς τοῖσδε καὶ δὶς ἀντισηκῶσαι ῥοπῇ.καὶ τίς γένοιτʼ ἂν τῆσδʼ ἔτʼ ἐχθίων τύχη;λέξον τίνʼ αὖ φὴς τήνδε συμφορὰν στρατῷἐλθεῖν κακῶν ῥέπουσαν ἐς τὰ μάσσονα.Περσῶν ὅσοιπερ ἦσαν ἀκμαῖοι φύσιν,