Ἕλληνος ἀνδρὸς οὐδὲ τὸν θεῶν φθόνον,πᾶσιν προφωνεῖ τόνδε ναυάρχοις λόγον,εὖτʼ ἂν φλέγων ἀκτῖσιν ἥλιος χθόναλήξῃ, κνέφας δὲ τέμενος αἰθέρος λάβῃ,τάξαι νεῶν στῖφος μὲν ἐν στοίχοις τρισὶνἔκπλους φυλάσσειν καὶ πόρους ἁλιρρόθους,ἄλλας δὲ κύκλῳ νῆσον Αἴαντος πέριξ·ὡς εἰ μόρον φευξοίαθʼ Ἕλληνες κακόν,ναυσὶν κρυφαίως δρασμὸν εὑρόντες τινά,πᾶσιν στέρεσθαι κρατὸς ἦν προκείμενον.τοσαῦτʼ ἔλεξε κάρθʼ ὑπʼ εὐθύμου φρενός·οὐ γὰρ τὸ μέλλον ἐκ θεῶν ἠπίστατο.οἱ δʼ οὐκ ἀκόσμως, ἀλλὰ πειθάρχῳ φρενὶδεῖπνόν τʼ ἐπορσύνοντο, ναυβάτης τʼ ἀνὴρτροποῦτο κώπην σκαλμὸν ἀμφʼ εὐήρετμον.ἐπεὶ δὲ φέγγος ἡλίου κατέφθιτοκαὶ νὺξ ἐπῄει, πᾶς ἀνὴρ κώπης ἄναξἐς ναῦν ἐχώρει πᾶς θʼ ὅπλων ἐπιστάτης·τάξις δὲ τάξιν παρεκάλει νεὼς μακρᾶς·πλέουσι δʼ ὡς ἕκαστος ἦν τεταγμένος,καὶ πάννυχοι δὴ διάπλοον καθίστασανναῶν ἄνακτες πάντα ναυτικὸν λεών.καὶ νὺξ ἐχώρει, κοὐ μάλʼ Ἑλλήνων στρατὸςκρυφαῖον ἔκπλουν οὐδαμῇ καθίστατο·ἐπεί γε μέντοι λευκόπωλος ἡμέραπᾶσαν κατέσχε γαῖαν εὐφεγγὴς ἰδεῖν,πρῶτον μὲν ἠχῇ κέλαδος Ἑλλήνων πάραμολπηδὸν ηὐφήμησεν, ὄρθιον δʼ ἅμαἀντηλάλαξε νησιώτιδος πέτραςἠχώ· φόβος δὲ πᾶσι βαρβάροις παρῆνγνώμης ἀποσφαλεῖσιν· οὐ γὰρ ὡς φυγῇπαιᾶνʼ ἐφύμνουν σεμνὸν Ἕλληνες τότε,ἀλλʼ ἐς μάχην ὁρμῶντες εὐψύχῳ θράσει·σάλπιγξ δʼ ἀϋτῇ πάντʼ ἐκεῖνʼ ἐπέφλεγεν.εὐθὺς δὲ κώπης ῥοθιάδος ξυνεμβολῇἔπαισαν ἅλμην βρύχιον ἐκ κελεύματος,θοῶς δὲ πάντες ἦσαν ἐκφανεῖς ἰδεῖν.τὸ δεξιὸν μὲν πρῶτον εὐτάκτως κέραςἡγεῖτο κόσμῳ, δεύτερον δʼ ὁ πᾶς στόλοςἐπεξεχώρει, καὶ παρῆν ὁμοῦ κλύειν