πένθος παρασχών, Σεισάμης θʼ ὁ Μύσιος,Θάρυβίς τε πεντήκοντα πεντάκις νεῶνταγός, γένος Λυρναῖος, εὐειδὴς ἀνήρ,κεῖται θανὼν δείλαιος οὐ μάλʼ εὐτυχῶς·Συέννεσίς τε πρῶτος εἰς εὐψυχίαν,Κιλίκων ἄπαρχος, εἷς ἀνὴρ πλεῖστον πόνονἐχθροῖς παρασχών εὐκλεῶς ἀπώλετο.τοσόνδε ταγῶν νῦν ὑπεμνήσθην πέρι.πολλῶν παρόντων δʼ ὀλίγʼ ἀπαγγέλλω κακά.αἰαῖ, κακῶν ὕψιστα δὴ κλύω τάδε,αἴσχη τε Πέρσαις καὶ λιγέα κωκύματα.ἀτὰρ φράσον μοι τοῦτʼ ἀναστρέψας πάλιν·πόσον δὲ πλῆθος ἦν νεῶν Ἑλληνίδων,ὥστʼ ἀξιῶσαι Περσικῷ στρατεύματιμάχην συνάψαι ναΐοισιν ἐμβολαῖς;πλήθους μὲν ἂν σάφʼ ἴσθʼ ἕκατι βάρβαρονναυσὶν κρατῆσαι. καὶ γὰρ Ἕλλησιν μὲν ἦνὁ πᾶς ἀριθμὸς ἐς τριακάδας δέκαναῶν, δεκὰς δʼ ἦν τῶνδε χωρὶς ἔκκριτος·Ξέρξῃ δέ, καὶ γὰρ οἶδα, χιλιὰς μὲν ἦνὧν ἦγε πλῆθος, αἱ δʼ ὑπέρκοποι τάχειἑκατὸν δὶς ἦσαν ἑπτά θʼ· ὧδʼ ἔχει λόγος.μή σοι δοκοῦμεν τῇδε λειφθῆναι μάχῃ;ἀλλʼ ὧδε δαίμων τις κατέφθειρε στρατόν,τάλαντα βρίσας οὐκ ἰσορρόπῳ τύχῃ.θεοὶ πόλιν σῴζουσι Παλλάδος θεᾶς.ἔτʼ ἆρʼ Ἀθηνῶν ἔστʼ ἀπόρθητος πόλις;ἀνδρῶν γὰρ ὄντων ἕρκος ἐστὶν ἀσφαλές.ἀρχὴ δὲ ναυσὶ συμβολῆς τίς ἦν, φράσον·τίνες κατῆρξαν, πότερον Ἕλληνες, μάχης,ἢ παῖς ἐμός, πλήθει καταυχήσας νεῶν;ἦρξεν μέν, ὦ δέσποινα, τοῦ παντὸς κακοῦφανεὶς ἀλάστωρ ἢ κακὸς δαίμων ποθέν.ἀνὴρ γὰρ Ἕλλην ἐξ Ἀθηναίων στρατοῦἐλθὼν ἔλεξε παιδὶ σῷ Ξέρξῃ τάδε,ὡς εἰ μελαίνης νυκτὸς ἵξεται κνέφας,Ἕλληνες οὐ μενοῖεν, ἀλλὰ σέλμασινναῶν ἐπανθορόντες ἄλλος ἄλλοσεδρασμῷ κρυφαίῳ βίοτον ἐκσωσοίατο.ὁ δʼ εὐθὺς ὡς ἤκουσεν, οὐ ξυνεὶς δόλον