δᾴοις, ὡς πάντα παγκάκωςἔφθισαν· αἰαῖ στρατοῦ φθαρέντος.ὦ πλεῖστον ἔχθος ὄνομα Σαλαμῖνος κλύειν.φεῦ, τῶν Ἀθηνῶν ὡς στένω μεμνημένος.στυγναί γʼ Ἀθᾶναι δᾴοις·μεμνῆσθαί τοι πάραὡς πολλὰς Περσίδων μάτανἔκτισαν εὔνιδας ἠδʼ ἀνάνδρους.σιγῶ πάλαι δύστηνος ἐκπεπληγμένηκακοῖς· ὑπερβάλλει γὰρ ἥδε συμφορὰτὸ μήτε λέξαι μήτʼ ἐρωτῆσαι πάθη.ὅμως δʼ ἀνάγκη πημονὰς βροτοῖς φέρεινθεῶν διδόντων· πᾶν δʼ ἀναπτύξας πάθοςλέξον καταστάς, κεἰ στένεις κακοῖς ὅμως.τίς οὐ τέθνηκε, τίνα δὲ καὶ πενθήσομεντῶν ἀρχελείων, ὅστʼ ἐπὶ σκηπτουχίᾳταχθεὶς ἄνανδρον τάξιν ἠρήμου θανών;Ξέρξης μὲν αὐτὸς ζῇ τε καὶ βλέπει φάος.ἐμοῖς μὲν εἶπας δώμασιν φάος μέγακαὶ λευκὸν ἦμαρ νυκτὸς ἐκ μελαγχίμου.Ἀρτεμβάρης δὲ μυρίας ἵππου βραβεὺςστύφλους παρʼ ἀκτὰς θείνεται Σιληνιῶν.χὠ χιλίαρχος Δαδάκης πληγῇ δορὸςπήδημα κοῦφον ἐκ νεὼς ἀφήλατο·Τενάγων τʼ ἀριστεὺς Βακτρίων ἰθαιγενὴςθαλασσόπληκτον νῆσον Αἴαντος πολεῖ.Λίλαιος, Ἀρσάμης τε κἈργήστης τρίτος,οἵδʼ ἀμφὶ νῆσον τὴν πελειοθρέμμοναδινούμενοι ʼκύρισσον ἰσχυρὰν χθόνα·πηγαῖς τε Νείλου γειτονῶν ΑἰγυπτίουἈρκτεύς, Ἀδεύης, καὶ φερεσσάκης τρίτοςΦαρνοῦχος, οἵδε ναὸς ἐκ μιᾶς πέσον.Χρυσεὺς Μάταλλος μυριόνταρχος θανών,ἵππου μελαίνης ἡγεμὼν τρισμυρίας,πυρρὰν ζαπληθῆ δάσκιον γενειάδαἔτεγγʼ, ἀμείβων χρῶτα πορφυρέᾳ βαφῇ.καὶ Μᾶγος Ἄραβος, Ἀρτάβης τε Βάκτριος,σκληρᾶς μέτοικος γῆς, ἐκεῖ κατέφθιτο.Ἄμιστρις Ἀμφιστρεύς τε πολύπονον δόρυνωμῶν, ὅ τʼ ἐσθλὸς Ἀριόμαρδος Σάρδεσι