οὔτινος δοῦλοι κέκληνται φωτὸς οὐδʼ ὑπήκοοι.πῶς ἂν οὖν μένοιεν ἄνδρας πολεμίους ἐπήλυδας;ὥστε Δαρείου πολύν τε καὶ καλὸν φθεῖραι στρατόν.δεινά τοι λέγεις ἰόντων τοῖς τεκοῦσι φροντίσαι.ἀλλʼ ἐμοὶ δοκεῖν τάχʼ εἴσῃ πάντα νημερτῆ λόγον.τοῦδε γὰρ δράμημα φωτὸς Περσικὸν πρέπει μαθεῖν,καὶ φέρει σαφές τι πρᾶγος ἐσθλὸν ἢ κακὸν κλύειν.ὦ γῆς ἁπάσης Ἀσιάδος πολίσματα,ὦ Περσὶς αἶα καὶ πολὺς πλούτου λιμήν,ὡς ἐν μιᾷ πληγῇ κατέφθαρται πολὺςὄλβος, τὸ Περσῶν δʼ ἄνθος οἴχεται πεσόν.ὤμοι, κακὸν μὲν πρῶτον ἀγγέλλειν κακά·ὅμως δʼ ἀνάγκη πᾶν ἀναπτύξαι πάθος,Πέρσαι· στρατὸς γὰρ πᾶς ὄλωλε βαρβάρων.ἄνιʼ ἄνια κακὰνεόκοτα καὶ δάιʼ·. αἰαῖ,διαίνεσθε, Πέρσαι,τόδʼ ἄχος κλύοντες.ὡς πάντα γʼ ἔστʼ ἐκεῖνα διαπεπραγμένα·αὐτὸς δʼ ἀέλπτως νόστιμον βλέπω φάος.ἦ μακροβίοτοςὅδε γέ τις αἰὼν ἐφάνθηγεραιοῖς, ἀκούειντόδε πῆμʼ ἄελπτον.καὶ μὴν παρών γε κοὐ λόγους ἄλλων κλύων,Πέρσαι, φράσαιμʼ ἂν οἷʼ ἐπορσύνθη κακά.ὀτοτοτοῖ, μάταντὰ πολλὰ βέλεα παμμιγῆγᾶς ἀπʼ Ἀσίδος ἦλθε δᾴ-αν ἐφʼ Ἑλλάδα χώραν.πλήθουσι νεκρῶν δυσπότμως ἐφθαρμένωνΣαλαμῖνος ἀκταὶ πᾶς τε πρόσχωρος τόπος.ὀτοτοτοῖ, φίλωνἁλίδονα μέλεα πολυβαφῆκατθανόντα λέγεις φέρε-σθαι πλάγκτʼ ἐν διπλάκεσσιν.οὐδὲν γὰρ ἤρκει τόξα, πᾶς δʼ ἀπώλλυτοστρατὸς δαμασθεὶς ναΐοισιν ἐμβολαῖςἴυζʼ ἄποτμον Πέρσαιςδυσαιανῆ βοὰν