ἔψαυσα πηγῆς, σὺν θυηπόλῳ χερὶβωμὸν προσέστην, ἀποτρόποισι δαίμοσινθέλουσα θῦσαι πέλανον, ὧν τέλη τάδε.ὁρῶ δὲ φεύγοντʼ αἰετὸν πρὸς ἐσχάρανΦοίβου· φόβῳ δʼ ἄφθογγος ἐστάθην, φίλοι·μεθύστερον δὲ κίρκον εἰσορῶ δρόμῳπτεροῖς ἐφορμαίνοντα καὶ χηλαῖς κάρατίλλονθʼ· ὁ δʼ οὐδὲν ἄλλο γʼ ἢ πτήξας δέμαςπαρεῖχε. ταῦτʼ ἔμοιγε δείματʼ εἰσιδεῖν,ὑμῖν δʼ ἀκούειν. εὖ γὰρ ἴστε, παῖς ἐμὸςπράξας μὲν εὖ θαυμαστὸς ἂν γένοιτʼ ἀνήρ,κακῶς δὲ πράξας, οὐχ ὑπεύθυνος πόλει,σωθεὶς δʼ ὁμοίως τῆσδε κοιρανεῖ χθονός.οὔ σε βουλόμεσθα, μῆτερ, οὔτʼ ἄγαν φοβεῖν λόγοιςοὔτε θαρσύνειν. θεοὺς δὲ προστροπαῖς ἱκνουμένη,εἴ τι φλαῦρον εἶδες, αἰτοῦ τῶνδʼ ἀποτροπὴν τελεῖν,τὰ δʼ ἀγάθʼ ἐκτελῆ γενέσθαι σοί τε καὶ τέκνοις σέθενκαὶ πόλει φίλοις τε πᾶσι. δεύτερον δὲ χρὴ χοὰςΓῇ τε καὶ φθιτοῖς χέασθαι· πρευμενῶς δʼ αἰτοῦ τάδε,σὸν πόσιν Δαρεῖον, ὅνπερ φὴς ἰδεῖν κατʼ εὐφρόνην,ἐσθλά σοι πέμπειν τέκνῳ τε γῆς ἔνερθεν ἐς φάος,τἄμπαλιν δὲ τῶνδε γαίᾳ κάτοχα μαυροῦσθαι σκότῳ.ταῦτα θυμόμαντις ὤν σοι πρευμενῶς παρῄνεσα.εὖ δὲ πανταχῇ τελεῖν σοι τῶνδε κρίνομεν πέρι.ἀλλὰ μὴν εὔνους γʼ ὁ πρῶτος τῶνδʼ ἐνυπνίων κριτὴςπαιδὶ καὶ δόμοις ἐμοῖσι τήνδʼ ἐκύρωσας φάτιν.ἐκτελοῖτο δὴ τὰ χρηστά· ταῦτα δʼ, ὡς ἐφίεσαι,πάντα θήσομεν θεοῖσι τοῖς τʼ ἔνερθε γῆς φίλοις,εὖτʼ ἂν εἰς οἴκους μόλωμεν. κεῖνα δʼ ἐκμαθεῖν θέλω,ὦ φίλοι, ποῦ τὰς Ἀθήνας φασὶν ἱδρῦσθαι χθονός.τῆλε πρὸς δυσμαῖς ἄνακτος Ἡλίου φθινασμάτων.ἀλλὰ μὴν ἵμειρʼ ἐμὸς παῖς τήνδε θηρᾶσαι πόλιν;πᾶσα γὰρ γένοιτʼ ἂν Ἑλλὰς βασιλέως ὑπήκοος.ὧδέ τις πάρεστιν αὐτοῖς ἀνδροπλήθεια στρατοῦ;καὶ στρατὸς τοιοῦτος, ἔρξας πολλὰ δὴ Μήδους κακά.καὶ τί πρὸς τούτοισιν ἄλλο; πλοῦτος ἐξαρκὴς δόμοις;ἀργύρου πηγή τις αὐτοῖς ἐστι, θησαυρὸς χθονός.πότερα γὰρ τοξουλκὸς αἰχμὴ διὰ χεροῖν αὐτοῖς πρέπει;οὐδαμῶς· ἔγχη σταδαῖα καὶ φεράσπιδες σαγαί.τίς δὲ ποιμάνωρ ἔπεστι κἀπιδεσπόζει στρατῷ;