μῦθον οὐδαμῶς ἐμαυτῆς οὖσʼ ἀδείμαντος, φίλοι,μὴ μέγας πλοῦτος κονίσας οὖδας ἀντρέψῃ ποδὶὄλβον, ὃν Δαρεῖος ἦρεν οὐκ ἄνευ θεῶν τινος.ταῦτά μοι διπλῆ μέριμνα φραστός ἐστιν ἐν φρεσίν,μήτε χρημάτων ἀνάνδρων πλῆθος ἐν τιμῇ σέβεινμήτʼ ἀχρημάτοισι λάμπειν φῶς ὅσον σθένος πάρα.ἔστι γὰρ πλοῦτός γʼ ἀμεμφής, ἀμφὶ δʼ ὀφθαλμῷ φόβος·ὄμμα γὰρ δόμων νομίζω δεσπότου παρουσίαν.πρὸς τάδʼ ὡς οὕτως ἐχόντων τῶνδε, σύμβουλοι λόγουτοῦδέ μοι γένεσθε, Πέρσαι, γηραλέα πιστώματα·πάντα γὰρ τὰ κέδνʼ ἐν ὑμῖν ἐστί μοι βουλεύματα.εὖ τόδʼ ἴσθι, γῆς ἄνασσα τῆσδε, μή σε δὶς φράσαιμήτʼ ἔπος μήτʼ ἔργον ὧν ἂν δύναμις ἡγεῖσθαι θέλῃ·εὐμενεῖς γὰρ ὄντας ἡμᾶς τῶνδε συμβούλους καλεῖς.πολλοῖς μὲν αἰεὶ νυκτέροις ὀνείρασινξύνειμʼ, ἀφʼ οὗπερ παῖς ἐμὸς στείλας στρατὸνἸαόνων γῆν οἴχεται πέρσαι θέλων·ἀλλʼ οὔτι πω τοιόνδʼ ἐναργὲς εἰδόμηνὡς τῆς πάροιθεν εὐφρόνης· λέξω δέ σοι.ἐδοξάτην μοι δύο γυναῖκʼ εὐείμονε,ἡ μὲν πέπλοισι Περσικοῖς ἠσκημένη,ἡ δʼ αὖτε Δωρικοῖσιν, εἰς ὄψιν μολεῖν,μεγέθει τε τῶν νῦν ἐκπρεπεστάτα πολύ,κάλλει τʼ ἀμώμω, καὶ κασιγνήτα γένουςταὐτοῦ· πάτραν δʼ ἔναιον ἡ μὲν Ἑλλάδακλήρῳ λαχοῦσα γαῖαν, ἡ δὲ βάρβαρον.τούτω στάσιν τινʼ, ὡς ἐγὼ ʼδόκουν ὁρᾶν,τεύχειν ἐν ἀλλήλαισι· παῖς δʼ ἐμὸς μαθὼνκατεῖχε κἀπράυνεν, ἅρμασιν δʼ ὕποζεύγνυσιν αὐτὼ καὶ λέπαδνʼ ἐπʼ αὐχένωντίθησι. χἠ μὲν τῇδʼ ἐπυργοῦτο στολῇἐν ἡνίαισί τʼ εἶχεν εὔαρκτον στόμα,ἡ δʼ ἐσφάδαζε, καὶ χεροῖν ἔντη δίφρουδιασπαράσσει καὶ ξυναρπάζει βίᾳἄνευ χαλινῶν καὶ ζυγὸν θραύει μέσον.πίπτει δʼ ἐμὸς παῖς, καὶ πατὴρ παρίσταταιΔαρεῖος οἰκτείρων σφε· τὸν δʼ ὅπως ὁρᾷΞέρξης, πέπλους ῥήγνυσιν ἀμφὶ σώματι.καὶ ταῦτα μὲν δὴ νυκτὸς εἰσιδεῖν λέγω.ἐπεὶ δʼ ἀνέστην καὶ χεροῖν καλλιρρόου